καὶ κράτος φανερὸν μόνη κλῃδοῦχός τε καλεῖται. Χορός φάνηθʼ ὦ τυράννους στυγοῦσʼ ὥσπερ εἰκός. Χορός δῆμός τοί σε καλεῖ γυναικῶν· ἔχουσα δέ μοι μόλοις εἰρήνην φιλέορτον. Χορός ἥκετʼ εὔφρονες ἵλαοι, πότνιαι, ἄλσος ἐς ὑμέτερον, οὗ δὴ ἀνδράσιν οὐ θέμις εἰσορᾶν ὄργια σεμνὰ θεοῖν, ἵνα λαμπάσι φαίνετον ἄμβροτον ὄψιν. μόλετον ἔλθετον, ἀντόμεθʼ ὦ Θεσμοφόρω πολυποτνία, Χορός εἰ καὶ πρότερόν ποτʼ ἐπηκόω ἤλθετον, ἔλθετε νῦν, ἀφίκεσθʼ ἱκετεύομεν ἐνθάδε χἠμῖν. Εὐριπίδης γυναῖκες εἰ βούλεσθε τὸν λοιπόν χρόνον σπονδὰς ποιήσασθαι πρὸς ἐμέ, νυνὶ πάρα, ἐφʼ ᾧτʼ ἀκοῦσαι μηδὲν ὑπʼ ἐμοῦ μηδαμὰ κακὸν τὸ λοιπόν. ταῦτʼ ἐπικηρυκεύομαι.