τί δʼ οὐκ ἐᾷς λύσαντά μʼ αὐτὴν ὦ Σκύθα πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος; Τοξότης εἰ σπόδρʼ ἐπιτυμεῖς τὴ γέροντο πύγισο, τὴ σανίδο τρήσας ἐξόπιστο πρώκτισον. Εὐριπίδης μὰ Δίʼ ἀλλὰ λύσω δεσμά. Τοξότης μαστιγῶ σʼ ἄρα. Εὐριπίδης καὶ μὴν ποιήσω τοῦτο. Τοξότης τὸ κεπαλή σʼ ἄρα τὸ ξιπομάκαιραν ἀποκεκόψι τουτοϊ. Εὐριπίδης αἰαῖ· τί δράσω; πρὸς τίνας στρεφθῶ λόγους; ἀλλʼ οὐ γὰρ ἂν δέξαιτο βάρβαρος φύσις. σκαιοῖσι γάρ τοι καινὰ προσφέρων σοφὰ μάτην ἀναλίσκοις ἄν, ἀλλʼ ἄλλην τινὰ τούτῳ πρέπουσαν μηχανὴν προσοιστέον. Τοξότης μιαρὸς ἀλώπηξ, οἶον ἐπιτήκιζί μοι. Μνησίλοχος μέμνησο Περσεῦ μʼ ὡς καταλείπεις ἀθλίαν. Τοξότης ἔτι γὰρ σὺ τὴ μάστιγαν ἐπιτυμεῖς λαβεῖν; Χορός Παλλάδα τὴν φιλόχορον ἐμοὶ δεῦρο καλεῖν νόμος ἐς χορόν, παρθένον ἄζυγα κούρην, Χορός ἣ πόλιν ἡμετέραν ἔχει