οὐκὶ μὶ λαλῆσι σύ; κατάρατο τολμᾷς ἀποτανουμένη λαλᾷς; Εὐριπίδης ὦ παρθένʼ οἰκτίρω σὲ κρεμαμένην ὁρῶν. Τοξότης οὐ παρτένʼ ἐστίν, ἀλλʼ ἀμαρτωλὴ γέρων καὶ κλέπτο καὶ πανοῦργο. Εὐριπίδης ληρεῖς ὦ Σκύθα. αὕτη γάρ ἐστιν Ἀνδρομέδα παῖς Κηφέως. Τοξότης σκέψαι τὸ κύστο· μή τι μικτὸν παίνεται; Εὐριπίδης φέρε δεῦρό μοι τὴν χεῖρʼ, ἵνʼ ἅψωμαι κόρης· φέρε Σκύθʼ· ἀνθρώποισι γὰρ νοσήματα ἅπασίν ἐστιν· ἐμὲ δὲ καὐτὸν τῆς κόρης ταύτης ἔρως εἴληφεν. Τοξότης οὐ ζηλῶσί σε· ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον, οὐκ ἐπτόνησά σʼ αὐτὸ πυγίζεις ἄγων. Εὐριπίδης τί δʼ οὐκ ἐᾷς λύσαντά μʼ αὐτὴν ὦ Σκύθα πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος; Τοξότης εἰ σπόδρʼ ἐπιτυμεῖς τὴ γέροντο πύγισο, τὴ σανίδο τρήσας ἐξόπιστο πρώκτισον. Εὐριπίδης μὰ Δίʼ ἀλλὰ λύσω δεσμά. Τοξότης μαστιγῶ σʼ ἄρα. Εὐριπίδης καὶ μὴν ποιήσω τοῦτο. Τοξότης τὸ κεπαλή σʼ ἄρα τὸ ξιπομάκαιραν ἀποκεκόψι τουτοϊ. Εὐριπίδης αἰαῖ· τί δράσω; πρὸς τίνας στρεφθῶ λόγους; ἀλλʼ οὐ γὰρ ἂν δέξαιτο βάρβαρος φύσις. σκαιοῖσι γάρ τοι καινὰ προσφέρων σοφὰ μάτην ἀναλίσκοις ἄν, ἀλλʼ ἄλλην τινὰ τούτῳ πρέπουσαν μηχανὴν προσοιστέον. Τοξότης μιαρὸς ἀλώπηξ, οἶον ἐπιτήκιζί μοι.