ἔγωγε φημί. Τοξότης Γόργο τοι κἀγὼ λέγι. Εὐριπίδης ἔα· τίνʼ ὄχθον τόνδʼ ὁρῶ καὶ παρθένον θεαῖς ὁμοίαν ναῦν ὅπως ὡρμισμένην; Μνησίλοχος ὦ ξένε κατοίκτιρόν με τὴν παναθλίαν, λῦσόν με δεσμῶν. Τοξότης οὐκὶ μὶ λαλῆσι σύ; κατάρατο τολμᾷς ἀποτανουμένη λαλᾷς; Εὐριπίδης ὦ παρθένʼ οἰκτίρω σὲ κρεμαμένην ὁρῶν. Τοξότης οὐ παρτένʼ ἐστίν, ἀλλʼ ἀμαρτωλὴ γέρων καὶ κλέπτο καὶ πανοῦργο. Εὐριπίδης ληρεῖς ὦ Σκύθα. αὕτη γάρ ἐστιν Ἀνδρομέδα παῖς Κηφέως. Τοξότης σκέψαι τὸ κύστο· μή τι μικτὸν παίνεται; Εὐριπίδης φέρε δεῦρό μοι τὴν χεῖρʼ, ἵνʼ ἅψωμαι κόρης· φέρε Σκύθʼ· ἀνθρώποισι γὰρ νοσήματα ἅπασίν ἐστιν· ἐμὲ δὲ καὐτὸν τῆς κόρης ταύτης ἔρως εἴληφεν. Τοξότης οὐ ζηλῶσί σε· ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον, οὐκ ἐπτόνησά σʼ αὐτὸ πυγίζεις ἄγων.