κλαύσει. Εὐριπίδης κλαύσει. Τοξότης κακκάσκι μοι; Εὐριπίδης κακκάσκι μοι; Μνησίλοχος μὰ Δίʼ ἀλλὰ γυνὴ πλησίον αὕτη. Εὐριπίδης πλησίον αὕτη. Τοξότης ποῦ στʼ ηʼ μιαρά; καὶ δὴ πεύγει. ποῖ ποῖ πεύγεις; Εὐριπίδης ποῖ ποῖ πεύγεις; Τοξότης οὐ καιρήσεις; Εὐριπίδης οὐ καιρήσεις; Τοξότης ἔτι γὰρ γρύζεις; Εὐριπίδης ἔτι γὰρ γρύζεις; Τοξότης λαβὲ τὴ μιαρά. Εὐριπίδης λαβὲ τὴ μιαρά. Τοξότης λάλο καὶ κατάρατο γύναικο. Εὐριπίδης ὦ θεοὶ τίνʼ ἐς γῆν βαρβάρων ἀφίγμεθα ταχεῖ πεδίλῳ; διὰ μέσου γὰρ αἰθέρος τέμνων κέλευθον πόδα τίθημʼ ὑπόπτερον Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος κάρα κομίζων. Τοξότης τί λέγι; τὴ Γόργος πέρι τὸ γραμματέο σὺ τὴ κεπαλή; Εὐριπίδης τὴν Γοργόνος ἔγωγε φημί. Τοξότης Γόργο τοι κἀγὼ λέγι. Εὐριπίδης ἔα· τίνʼ ὄχθον τόνδʼ ὁρῶ καὶ παρθένον θεαῖς ὁμοίαν ναῦν ὅπως ὡρμισμένην; Μνησίλοχος ὦ ξένε κατοίκτιρόν με τὴν παναθλίαν, λῦσόν με δεσμῶν.