θανάτου τλήμων; Εὐριπίδης θανάτου τλήμων; Μνησίλοχος ἀπολεῖς μʼ ὦ γραῦ στωμυλλομένη. Εὐριπίδης στωμυλλομένη. Μνησίλοχος νὴ Δίʼ ὀχληρά γʼ εἰσήρρηκας λίαν. Εὐριπίδης λίαν. Μνησίλοχος ὦγάθʼ ἔασόν με μονῳδῆσαι, καὶ χαριεῖ μοι. παῦσαι. Εὐριπίδης παῦσαι. Μνησίλοχος βάλλʼ ἐς κόρακας. Εὐριπίδης βάλλʼ ἐς κόρακας. Μνησίλοχος τί κακόν; Εὐριπίδης τί κακόν; Μνησίλοχος ληρεῖς. Εὐριπίδης ληρεῖς. Μνησίλοχος οἴμωζʼ. Εὐριπίδης οἴμωζʼ. Μνησίλοχος ὀτότυζʼ. Εὐριπίδης ὀτότυζʼ. Τοξότης οὖτος σί λαλῖς; Εὐριπίδης οὖτος σί λαλῖς; Τοξότης πρυτάνεις καλέσω; Εὐριπίδης πρυτάνεις καλέσω; Τοξότης σί κακόν; Εὐριπίδης σί κακόν; Τοξότης πῶτε τὸ πωνή; Εὐριπίδης πῶτε τὸ πωνή; Τοξότης σὺ λαλῖς; Εὐριπίδης σὺ λαλῖς;