ὦ νὺξ ἱερὰ ὡς μακρὸν ἵππευμα διώκεις ἀστεροειδέα νῶτα διφρεύουσʼ αἰθέρος ἱερᾶς τοῦ σεμνοτάτου διʼ Ὀλύμπου; Εὐριπίδης διʼ Ὀλύμπου. Μνησίλοχος τί ποτʼ Ἀνδρομέδα περίαλλα κακῶν μέρος ἐξέλαχον— Εὐριπίδης μέρος ἐξέλαχον— Μνησίλοχος θανάτου τλήμων; Εὐριπίδης θανάτου τλήμων; Μνησίλοχος ἀπολεῖς μʼ ὦ γραῦ στωμυλλομένη. Εὐριπίδης στωμυλλομένη. Μνησίλοχος νὴ Δίʼ ὀχληρά γʼ εἰσήρρηκας λίαν. Εὐριπίδης λίαν. Μνησίλοχος ὦγάθʼ ἔασόν με μονῳδῆσαι, καὶ χαριεῖ μοι. παῦσαι. Εὐριπίδης παῦσαι. Μνησίλοχος βάλλʼ ἐς κόρακας. Εὐριπίδης βάλλʼ ἐς κόρακας.