ἱερόν, ἔνθα γυναῖκες. ἰώ μοι μοίρας ἄτεγκτε δαίμων· ὦ κατάρατος ἐγώ· τίς ἐμὸν οὐκ ἐπόψεται πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ; εἴθε με πυρφόρος αἰθέρος ἀστὴρ— τὸν βάρβαρον ἐξολέσειεν. οὐ γὰρ ἔτʼ ἀθανάταν φλόγα λεύσσειν ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην, λαιμότμητʼ ἄχη δαιμόνων αἰόλαν νέκυσιν ἐπὶ πορείαν. Εὐριπίδης χαῖρʼ ὦ φίλη παῖ· τὸν δὲ πατέρα Κηφέα ὅς σʼ ἐξέθηκεν ἀπολέσειαν οἱ θεοί. Μνησίλοχος σὺ δʼ εἶ τίς ἥτις τοὐμὸν ᾤκτιρας πάθος; Εὐριπίδης Ἠχὼ λόγων ἀντῳδὸς ἐπικοκκάστρια, ἥπερ πέρυσιν ἐν τῷδε ταὐτῷ χωρίῳ Εὐριπίδῃ καὐτὴ ξυνηγωνιζόμην. ἀλλʼ ὦ τέκνον σὲ μὲν τὸ σαυτῆς χρὴ ποιεῖν, κλάειν ἐλεινῶς. Μνησίλοχος σὲ δʼ ἐπικλάειν ὕστερον. Εὐριπίδης ἐμοὶ μελήσει ταῦτά γʼ. ἀλλʼ ἄρχου λόγων. Μνησίλοχος ὦ νὺξ ἱερὰ ὡς μακρὸν ἵππευμα διώκεις ἀστεροειδέα νῶτα διφρεύουσʼ αἰθέρος ἱερᾶς τοῦ σεμνοτάτου διʼ Ὀλύμπου; Εὐριπίδης διʼ Ὀλύμπου. Μνησίλοχος τί ποτʼ Ἀνδρομέδα περίαλλα κακῶν μέρος ἐξέλαχον— Εὐριπίδης μέρος ἐξέλαχον—