ἥξει με σώσων· οὐ γὰρ ἂν παρέπτετο. Εὐριπίδης φίλαι παρθένοι φίλαι, πῶς ἂν οὖν ἐπέλθοιμι καὶ τὸν Σκύθην λάθοιμι; κλύεις; ὦ πρὸς αἰδοῦς σὲ τὰν ἐν ἄντροις, κατάνευσον, ἔασον ὡς τὴν γυναῖκά μʼ ἐλθεῖν. Μνησίλοχος ἄνοικτος ὅς μʼ ἔδησε τὸν πολυστονώτατον βροτῶν· μόλις δὲ γραῖαν ἀποφυγὼν σαπρὰν ἀπωλόμην ὅμως. ὅδε γὰρ ὁ Σκύθης πάλαι μοι φύλαξ ἐφεστὼς ὀλοὸν ἄφιλον ἐκρέμασεν κόραξι δεῖπνον. ὁρᾷς; οὐ χοροῖσιν οὐδʼ ὑφʼ ἡλίκων νεανίδων κημὸν ἕστηκʼ ἔχουσʼ, ἀλλʼ ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη κήτει βορὰ Γλαυκέτῃ πρόκειμαι, γαμηλίῳ μὲν οὐ ξὺν παιῶνι δεσμίῳ δὲ γοᾶσθέ μʼ ὦ γυναῖκες, ὡς μέλεα μὲν πέπονθα μέλεος, ὦ τάλας ἐγὼ τάλας, ἀπὸ δὲ συγγόνων τάλανʼ ἄνομα πάθεα, φῶτά τε λιτομέναν, πολυδάκρυτον Ἀίδα γόον †φεύγουσαν† αἰαῖ αἰαῖ ἒ ἒ, ὃς ἔμʼ ἀπεξύρησε πρῶτον, ὃς ἐμὲ κροκόεντʼ ἐνέδυσεν· ἐπὶ δὲ τοῖσδʼ ἐς τόδʼ ἀνέπεμψεν