οἴμοι κακοδαίμων, μᾶλλον ἐπικρούεις σύ γε. Τοξότης ἔτι μᾶλλο βοῦλις; Μνησίλοχος ἀτταταῖ ἰατταταῖ· κακῶς ἀπόλοιο. Τοξότης σῖγα κακοδαίμων γέρον. πέρʼ ἐγὼ ʼξινίγκι πορμός, ἴνα πυλάξι σοι. Μνησίλοχος ταυτὶ τὰ βέλτιστʼ ἀπολέλαυκʼ Εὐριπίδου. ἔα· θεοί, Ζεῦ σῶτερ, εἰσὶν ἐλπίδες. ἁνὴρ ἔοικεν οὐ προδώσειν, ἀλλά μοι σημεῖον ὑπεδήλωσε Περσεὺς ἐκδραμών, ὅτι δεῖ με γίγνεσθʼ Ἀνδρομέδαν· πάντως δέ μοι τὰ δέσμʼ ὑπάρχει. δῆλον οὖν τοῦτʼ ἔσθʼ ὅτι ἥξει με σώσων· οὐ γὰρ ἂν παρέπτετο. Εὐριπίδης φίλαι παρθένοι φίλαι, πῶς ἂν οὖν ἐπέλθοιμι καὶ τὸν Σκύθην λάθοιμι; κλύεις; ὦ πρὸς αἰδοῦς σὲ τὰν ἐν ἄντροις, κατάνευσον, ἔασον ὡς τὴν γυναῖκά μʼ ἐλθεῖν. Μνησίλοχος ἄνοικτος ὅς μʼ ἔδησε τὸν πολυστονώτατον βροτῶν·