Μνησίλοχος ὦ Ζεῦ χελιδὼν ἆρά ποτε φανήσεται; ἀπολεῖ μʼ ἀλοῶν ἅνθρωπος ἐξ ἑωθινοῦ. οἷόν τε, πρὶν τὸν σπλῆνα κομιδῇ μʼ ἐκβαλεῖν, παρὰ σοῦ πυφέσθαι ποῖ μʼ ἄγεις ωὖριπίδη; Εὐριπίδης ἀλλʼ οὐκ ἀκούειν δεῖ σε πάνθʼ ὅσʼ αὐτίκα ὄψει παρεστώς. Μνησίλοχος πῶς λέγεις; αὖθις φράσον. οὐ δεῖ μʼ ἀκούειν; Εὐριπίδης οὐχ ἅ γʼ ἂν μέλλῃς ὁρᾶν. Μνησίλοχος οὐδʼ ἆρʼ ὁρᾶν δεῖ μʼ; Εὐριπίδης οὐχ ἅ γʼ ἂν ἀκούειν δέῃ. Μνησίλοχος πῶς μοι παραινεῖς; δεξιῶς μέντοι λέγεις. οὐ φῂς σὺ χρῆναί μʼ οὔτʼ ἀκούειν οὔθʼ ὁρᾶν; Εὐριπίδης χωρὶς γὰρ αὐτοῖν ἑκατέρου ʼστὶν ἡ φύσις. Μνησίλοχος τοῦ μήτʼ ἀκούειν μήθʼ ὁρᾶν; Εὐριπίδης εὖ ἴσθʼ ὅτι. Μνησίλοχος πῶς χωρίς; Εὐριπίδης οὕτω ταῦτα διεκρίθη τότε. αἰθὴρ γὰρ ὅτε τὰ πρῶτα διεχωρίζετο καὶ ζᾦʼ ἐν αὑτῷ ξυνετέκνου κινούμενα, ᾧ μὲν βλέπειν χρὴ πρῶτʼ ἐμηχανήσατο ὀφθαλμὸν ἀντίμιμον ἡλίου τροχῷ, ἀκοῇ δὲ χοάνην ὦτα διετετρήνατο. Μνησίλοχος διὰ τὴν χοάνην οὖν μήτʼ ἀκούω μήθʼ ὁρῶ; νὴ τὸν Δίʼ ἥδομαί γε τουτὶ προσμαθών. οἷόν γέ που ʼστιν αἱ σοφαὶ ξυνουσίαι. Εὐριπίδης πόλλʼ ἂν μάθοις τοιαῦτα παρʼ ἐμοῦ. Μνησίλοχος πῶς ἂν οὖν πρὸς τοῖς ἀγαθοῖς τούτοισιν ἐξεύροιμʼ ὅπως