ἡ παμβδελυρὰ καὶ παμμυσαρά. Κινησίας μὰ Δίʼ ἀλλὰ φίλη καὶ παγγλυκερά. Χορὸς γερόντων ποία γλυκερά; μιαρὰ μιαρά. Κινησίας μιαρὰ δῆτʼ ὦ Ζεῦ ὦ Ζεῦ· εἴθʼ αὐτὴν ὥσπερ τοὺς θωμοὺς μεγάλῳ τυφῷ καὶ πρηστῆρι ξυστρέψας καὶ ξυγγογγύλας οἴχοιο φέρων, εἶτα μεθείης, ἡ δὲ φέροιτʼ αὖ πάλιν ἐς τὴν γῆν, κᾆτʼ ἐξαίφνης περὶ τὴν ψωλὴν περιβαίη. Κῆρυξ Λακεδαιμονίων πᾷ τᾶν Ἀσανᾶν ἐστιν ἁ γερωχία ἢ τοὶ πρυτάνιες; λῶ τι μυσίξαι νέον. Κινησίας σὺ δʼ εἶ πότερον ἄνθρωπος ἢ κονίσαλος; Κῆρυξ Λακεδαιμονίων κᾶρυξ ἐγὼν ὦ κυρσάνιε ναὶ τὼ σιὼ ἔμολον ἀπὸ Σπάρτας περὶ τᾶν διαλλαγᾶν. Κινησίας κἄπειτα δόρυ δῆθʼ ὑπὸ μάλης ἥκεις ἔχων; Κῆρυξ Λακεδαιμονίων οὐ τὸν Δίʼ οὐκ ἐγών γα. Κινησίας ποῖ μεταστρέφει; τί δὴ προβάλλει τὴν χλαμύδʼ; ἢ βουβωνιᾷς ὑπὸ τῆς ὁδοῦ; Κῆρυξ Λακεδαιμονίων παλαιόρ γα ναὶ τὸν Κάστορα ὥνθρωπος. Κινησίας ἀλλʼ ἔστυκας ὦ μιαρώτατε. Κῆρυξ Λακεδαιμονίων οὐ τὸν Δίʼ οὐκ ἐγών γα· μηδʼ αὖ πλαδδίη. Κινησίας τί δʼ ἐστί σοι τοδί; Κῆρυξ Λακεδαιμονίων σκυτάλα Λακωνικά. Κινησίας εἴπερ γε χαὔτη ʼστὶ σκυτάλη Λακωνική. ἀλλʼ ὡς πρὸς εἰδότʼ ἐμὲ σὺ τἀληθῆ λέγε. τί τὰ πράγμαθʼ ὑμῖν ἐστι τἀν Λακεδαίμονι;