ποία ψίαθος; μὴ μοί γε. Μυρρίνη νὴ τὴν Ἄρτεμιν, αἰσχρὸν γὰρ ἐπὶ τόνου γε. Κινησίας δός μοί νυν κύσαι. Μυρρίνη ἰδού. Κινησίας παπαιάξ· ἧκέ νυν ταχέως πάνυ. Μυρρίνη ἰδοὺ ψίαθος· κατάκεισο, καὶ δὴ ʼκδύομαι. καίτοι, τὸ δεῖνα, προσκεφάλαιον οὐκ ἔχεις. Κινησίας ἀλλʼ οὐδὲ δέομʼ ἔγωγε. Μυρρίνη νὴ Δίʼ ἀλλʼ ἐγώ. Κινησίας ἀλλʼ ἢ τὸ πέος τόδʼ Ἡρακλῆς ξενίζεται. Μυρρίνη ἀνίστασʼ, ἀναπήδησον. Κινησίας ἤδη πάντʼ ἔχω. Μυρρίνη ἅπαντα δῆτα. Κινησίας δεῦρό νυν ὦ χρύσιον. Μυρρίνη τὸ στρόφιον ἤδη λύομαι. μέμνησό νυν· μή μʼ ἐξαπατήσῃς τὰ περὶ τῶν διαλλαγῶν. Κινησίας νὴ Δίʼ ἀπολοίμην ἆρα. Μυρρίνη σισύραν οὐκ ἔχεις. Κινησίας μὰ Δίʼ οὐδὲ δέομαί γʼ, ἀλλὰ βινεῖν βούλομαι. Μυρρίνη ἀμέλει ποιήσεις τοῦτο· ταχὺ γὰρ ἔρχομαι. Κινησίας ἅνθρωπος ἐπιτρίψει με διὰ τὰ στρώματα. Μυρρίνη ἔπαιρε σαυτόν. Κινησίας ἀλλʼ ἐπῆρται τοῦτό γε. Μυρρίνη βούλει μυρίσω σε; Κινησίας μὰ τὸν Ἀπόλλω μὴ μέ γε. Μυρρίνη νὴ τὴν Ἀφροδίτην ἤν τε βούλῃ γʼ ἤν τε μή. Κινησίας εἴθʼ ἐκχυθείη τὸ μύρον ὦ Ζεῦ δέσποτα. Μυρρίνη πρότεινέ νυν τὴν χεῖρα κἀλείφου λαβών. Κινησίας οὐχ ἡδὺ τὸ μύρον μὰ τὸν Ἀπόλλω τουτογί,