μὰ Δίʼ ἐγὼ μὲν αὐτόσʼ οὔ. Κινησίας ἐμοῦ καλοῦντος οὐ καταβήσει Μυρρίνη; Μυρρίνη οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ. Κινησίας ἐγὼ οὐ δεόμενος; ἐπιτετριμμένος μὲν οὖν. Μυρρίνη ἄπειμι. Κινησίας μὴ δῆτʼ, ἀλλὰ τῷ γοῦν παιδίῳ ὑπάκουσον· οὗτος οὐ καλεῖς τὴν μαμμίαν; Παῖς Κινησίου μαμμία, μαμμία, μαμμία. Κινησίας αὕτη τί πάσχεις; οὐδʼ ἐλεεῖς τὸ παιδίον ἄλουτον ὂν κἄθηλον ἕκτην ἡμέραν; Μυρρίνη ἔγωγʼ ἐλεῶ δῆτʼ· ἀλλʼ ἀμελὴς αὐτῷ πατὴρ ἔστιν. Κινησίας κατάβηθʼ ὦ δαιμονία τῷ παιδίῳ. Μυρρίνη οἷον τὸ τεκεῖν· καταβατέον. τί γὰρ πάθω; Κινησίας ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν· χἂ δυσκολαίνει πρὸς ἐμὲ καὶ βρενθύεται, ταῦτʼ αὐτὰ δή ʼσθʼ ἃ κἄμʼ ἐπιτρίβει τῷ πόθῳ. Μυρρίνη ὦ γλυκύτατον σὺ τεκνίδιον κακοῦ πατρός, φέρε σε φιλήσω γλυκύτατον τῇ μαμμίᾳ. Κινησίας τί ὦ πονήρα ταῦτα ποιεῖς χἀτέραις πείθει γυναιξί, κἀμέ τʼ ἄχθεσθαι ποιεῖς αὐτή τε λυπεῖ; Μυρρίνη μὴ πρόσαγε τὴν χεῖρά μοι. Κινησίας τὰ δʼ ἔνδον ὄντα τἀμὰ καὶ σὰ χρήματα χεῖρον διατίθης. Μυρρίνη ὀλίγον αὐτῶν μοι μέλει. Κινησίας ὀλίγον μέλει σοι τῆς κρόκης φορουμένης ὑπὸ τῶν ἀλεκτρυόνων; Μυρρίνη ἔμοιγε νὴ Δία.