ἀλλʼ ὅμως ἂν οὐκ ἴδοις καίπερ οὔσης γραὸς ὄντʼ αὐτὸν κομήτην, ἀλλʼ ἀπεψιλωμένον τῷ λύχνῳ. Λυσιστράτη ἰοὺ ἰοὺ γυναῖκες ἴτε δεῦρʼ ὡς ἐμὲ ταχέως. Γυνή τί δʼ ἔστιν; εἰπέ μοι τίς ἡ βοή; Λυσιστράτη ἄνδρʼ ἄνδρʼ ὁρῶ προσιόντα παραπεπληγμένον, τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον. ὦ πότνια Κύπρου καὶ Κυθήρων καὶ Πάφου μεδέουσʼ, ἴθʼ ὀρθὴν ἥνπερ ἔρχι τὴν ὁδόν. Γυνή ποῦ δʼ ἐστὶν ὅστις ἐστί; Λυσιστράτη παρὰ τὸ τῆς Χλόης. Γυνὴ ὢ νὴ Δίʼ ἔστι δῆτα. τίς κἀστίν ποτε; Λυσιστράτη ὁρᾶτε· γιγνώσκει τις ὑμῶν; Μυρρίνη νὴ Δία ἔγωγε· κἀστὶν οὑμὸς ἀνὴρ Κινησίας. Λυσιστράτη σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν, καὶ πάνθʼ ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ. Μυρρίνη ἀμέλει ποιήσω ταῦτʼ ἐγώ. Λυσιστράτη καὶ μὴν ἐγὼ ξυνηπεροπεύσω σοι παραμένουσʼ ἐνθαδί, καὶ ξυσταθεύσω τοῦτον. ἀλλʼ ἀπέλθετε. Κινησίας οἴμοι κακοδαίμων, οἷος ὁ σπασμός μʼ ἔχει χὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον. Λυσιστράτη τίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς; Κινησίας ἐγώ. Λυσιστράτη ἀνήρ; Κινησίας ἀνὴρ δῆτʼ.