πλεξάμενος ἄρκυς, καὶ κύνα τινʼ εἶχεν, κοὐκέτι κατῆλθε πάλιν οἴκαδʼ ὑπὸ μίσους. οὕτω τὰς γυναῖκας ἐβδελύχθη ʼκʼεῖνος, ἡμεῖς τʼ οὐδὲν ἧττον τοῦ Μελανίωνος οἱ σώφρονες. γέρων βούλομαί σε γραῦ κύσαι— Γυνή κρόμμυόν τἄρʼ οὐκ ἔδει. γέρων κἀνατείνας λακτίσαι. Γυνή τὴν λόχμην πολλὴν φορεῖς. Χορὸς γερόντων καὶ Μυρωνίδης γὰρ ἦν τραχὺς ἐντεῦθεν μελάμπυγός τε τοῖς ἐχθροῖς ἅπασιν, ὥς δὲ καὶ Φορμίων. Χορὸς Γυναικῶν κἀγὼ βούλομαι μῦθόν τινʼ ὑμῖν ἀντιλέξαι τῷ Μελανίωνι. Τίμων ἦν ἀίδρυτός τις ἀβάτοισιν ἐν σκώλοισι τὸ πρόσωπον περιειργμένος, Ἐρινύων ἀπορρώξ. οὗτος οὖν ὁ Τίμων ᾤχεθʼ ὑπὸ μίσους πολλὰ καταρασάμενος ἀνδράσι πονηροῖς. οὕτω ʼκεῖνος ὑμῶν ἀντεμίσει τοὺς πονηροὺς ἄνδρας ἀεί, ταῖσι δὲ γυναιξὶν ἦν φίλτατος. Γυνή τὴν γνάθον βούλει θένω; γέρων μηδαμῶς· †ἔδεισά γε.† Γυνή ἀλλὰ κρούσω τῷ σκέλει; γέρων τὸν σάκανδρον ἐκφανεῖς.