ἐγὼ δʼ ὑπὸ τῶν γλαυκῶν γε τάλαινʼ ἀπόλλυμαι ταῖς ἀγρυπνίαισι κακκαβαζουσῶν ἀεί. Λυσιστράτη ὦ δαιμόνιαι παύσασθε τῶν τερατευμάτων. ποθεῖτʼ ἴσως τοὺς ἄνδρας· ἡμᾶς δʼ οὐκ οἴει ποθεῖν ἐκείνους; ἀργαλέας γʼ εὖ οἶδʼ ὅτι ἄγουσι νύκτας. ἀλλʼ ἀνάσχεσθʼ ὦγαθαί, καὶ προσταλαιπωρήσατʼ ἔτʼ ὀλίγον χρόνον, ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰν μὴ στασιάσωμεν· ἔστι δʼ ὁ χρησμὸς οὑτοσί. Γυνὴ Α λέγʼ αὐτὸν ἡμῖν ὅ τι λέγει. Λυσιστράτη σιγᾶτε δή. ἀλλʼ ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον, τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταί τε φαλήτων, παῦλα κακῶν ἔσται, τὰ δʼ ὑπέρτερα νέρτερα θήσει Ζεὺς ὑψιβρεμέτης— Γυνὴ Β ἐπάνω κατακεισόμεθʼ ἡμεῖς; Λυσιστράτη ἢν δὲ διαστῶσιν καὶ ἀναπτῶνται πτερύγεσσιν ἐξ ἱεροῦ ναοῖο χελιδόνες, οὐκέτι δόξει ὄρνεον οὐδʼ ὁτιοῦν καταπυγωνέστερον εἶναι. Γυνὴ Α σαφής γʼ ὁ χρησμὸς νὴ Δίʼ. Λυσιστράτη ὦ πάντες θεοί, μή νυν ἀπείπωμεν ταλαιπωρούμεναι, ἀλλʼ εἰσίωμεν. καὶ γὰρ αἰσχρὸν τουτογὶ ὦ φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν. Χορὸς γερόντων μῦθον βούλομαι λέξαι τινʼ ὑμῖν, ὅν ποτʼ ἤκουσʼ αὐτὸς ἔτι παῖς ὤν. οὕτως ἦν νεανίσκος Μελανίων τις, ὃς φεύγων γάμον ἀφίκετʼ ἐς ἐρημίαν, κἀν τοῖς ὄρεσιν ᾤκει· κᾆτʼ ἐλαγοθήρει