τάς τʼ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων γυναῖκας ἐλθεῖν. Μυρρίνη πολὺ σὺ κάλλιον λέγεις. ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται. Λυσιστράτη ὦ φιλτάτη Λάκαινα χαῖρε Λαμπιτοῖ. οἷον τὸ κάλλος γλυκυτάτη σου φαίνεται. ὡς δʼ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου. κἂν ταῦρον ἄγχοις. Λαμπιτώ μάλα γʼ οἰῶ ναὶ τὼ σιώ· γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι. Καλονίκη ὡς δὴ καλὸν τὸ χρῆμα τιτθίων ἔχεις. Λαμπιτώ ᾇπερ ἱερεῖόν τοί μʼ ὑποψαλάσσετε. Λυσιστράτη ἡδὶ δὲ ποδαπή ʼσθʼ ἡ νεᾶνις ἡτέρα; Λαμπιτώ πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία ἵκει ποθʼ ὑμέ. Μυρρίνη νὴ μὰ Δία Βοιωτία, καλόν γʼ ἔχουσα τὸ πεδίον. Καλονίκη καὶ νὴ Δία κομψότατα τὴν βληχώ γε παρατετιλμένη. Λυσιστράτη τίς δʼ ἡτέρα παῖς; Λαμπιτώ χαΐα ναὶ τὼ σιώ, Κορινθία δʼ αὖ. Καλονίκη χαΐα νὴ τὸν Δία δήλη ʼστὶν οὖσα ταυταγὶ τἀντευθενί. Λαμπιτώ τίς δʼ αὖ ξυναλίαξε τόνδε τὸν στόλον τὸν τᾶν γυναικῶν; Λυσιστράτη ἥδʼ ἐγώ. Λαμπιτώ μύσιδδέ τοι ὅ τι λῇς ποθʼ ἁμέ. Καλονίκη νὴ Δίʼ ὦ φίλη γύναι,