ἐπὶ τὴν Ἄμοργιν τὴν ἄλοπον ἐξέρχεται. χώρει πάλιν δεῦρʼ. Γυνὴ Β. ἀλλὰ νὴ τὴν Φωσφόρον ἔγωγʼ ἀποδείρασʼ αὐτίκα μάλʼ ἀνέρχομαι. Λυσιστράτη μή μἀποδείρῃς. ἢν γὰρ ἄρξῃς τοῦτο σύ, ἑτέρα γυνὴ ταὐτὸν ποιεῖν βουλήσεται. Γυνὴ Γ ὦ πότνιʼ Εἰλείθυιʼ ἐπίσχες τοῦ τόκου, ἕως ἂν εἰς ὅσιον μόλω ʼγὼ χωρίον. Λυσιστράτη τί ταῦτα ληρεῖς; Γυνὴ Γ αὐτίκα μάλα τέξομαι. Λυσιστράτη ἀλλʼ οὐκ ἐκύεις σύ γʼ ἐχθές. Γυνὴ Γ ἀλλὰ τήμερον. ἀλλʼ οἴκαδέ μʼ ὡς τὴν μαῖαν ὦ Λυσιστράτη ἀπόπεμψον ὡς τάχιστα. Λυσιστράτη τίνα λόγον λέγεις; τί τοῦτʼ ἔχεις τὸ σκληρόν; Γυνὴ Γ ἄρρεν παιδίον. Λυσιστράτη μὰ τὴν Ἀφροδίτην οὐ σύ γʼ, ἀλλʼ ἢ χαλκίον ἔχειν τι φαίνει κοῖλον· εἴσομαι δʼ ἐγώ. ὦ καταγέλαστʼ ἔχουσα τὴν ἱερὰν κυνῆν κυεῖν ἔφασκες; Γυνὴ Γ καὶ κυῶ γε νὴ Δία. Λυσιστράτη τί δῆτα ταύτην εἶχες; Γυνὴ Γ ἵνα μʼ εἰ καταλάβοι ὁ τόκος ἔτʼ ἐν πόλει, τέκοιμʼ ἐς τὴν κυνῆν ἐσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί. Λυσιστράτη τί λέγεις; προφασίζει· περιφανῆ τὰ πράγματα. οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς; Γυνὴ Γ ἀλλʼ οὐ δύναμαι ʼγωγʼ οὐδὲ κοιμᾶσθʼ ἐν πόλει, ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε.