ἱππικώτατον γάρ ἐστι χρῆμα κἄποχον γυνή, κοὐκ ἂν ἀπολίσθοι τρέχοντος· τὰς δʼ Ἀμαζόνας σκόπει, ἃς Μίκων ἔγραψʼ ἐφʼ ἵππων μαχομένας τοῖς ἀνδράσιν. ἀλλὰ τούτων χρῆν ἁπασῶν ἐς τετρημένον ξύλον ἐγκαθαρμόσαι λαβόντας τουτονὶ τὸν αὐχένα. Χορὸς Γυναικῶν εἰ νὴ τὼ θεώ με ζωπυρήσεις, λύσω τὴν ἐμαυτῆς ὗν ἐγὼ δή, καὶ ποιήσω τήμερον τοὺς δημότας βωστρεῖν σʼ ἐγὼ πεκτούμενον. ἀλλὰ χἠμεῖς ὦ γυναῖκες θᾶττον ἐκδυώμεθα, ὡς ἂν ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργισμένων. νῦν πρὸς ἔμʼ ἴτω τις, ἵνα μή ποτε φάγῃ σκόροδα, μηδὲ κυάμους μέλανας. ὡς εἰ καὶ μόνον κακῶς ἐρεῖς, ὑπερχολῶ γάρ, αἰετὸν τίκτοντα κάνθαρός σε μαιεύσομαι. Χορὸς Γυναικῶν οὐ γὰρ ὑμῶν φροντίσαιμʼ ἄν, ἢν ἐμοὶ ζῇ Λαμπιτὼ ἥ τε Θηβαία φίλη παῖς εὐγενὴς Ἰσμηνία. οὐ γὰρ ἔσται δύναμις, οὐδʼ ἢν ἑπτάκις σὺ ψηφίσῃ, ὅστις ὦ δύστηνʼ ἀπήχθου πᾶσι καὶ τοῖς γείτοσιν. ὥστε κἀχθὲς θἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼ τοῖσι παισὶ τὴν ἑταίραν ἐκάλεσʼ ἐκ τῶν γειτόνων, παῖδα χρηστὴν κἀγαπητὴν ἐκ Βοιωτῶν ἔγχελυν· οἱ δὲ πέμψειν οὐκ ἔφασκον διὰ τὰ σὰ ψηφίσματα. κοὐχὶ μὴ παύσησθε τῶν ψηφισμάτων τούτων, πρὶν ἂν τοῦ σκέλους ὑμᾶς λαβών τις ἐκτραχηλίσῃ φέρων. Χορὸς Γυναικῶν ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος, τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων; Λυσιστράτη κακῶν γυναικῶν ἔργα καὶ θήλεια φρὴν ποιεῖ μʼ ἄθυμον περιπατεῖν τʼ ἄνω κάτω. Χορὸς Γυναικῶν τί φῄς; τί φῄς; Λυσιστράτη ἀληθῆ, ἀληθῆ.