σὺ δὲ κωλύεις ἀνάγεσθαι. Πρόβουλος εἶτʼ οὐχὶ ταῦτα δεινὰ πάσχειν ἔστʼ ἐμέ; νὴ τὸν Δίʼ ἀλλὰ τοῖς προβούλοις ἄντικρυς ἐμαυτὸν ἐπιδείξω βαδίζων ὡς ἔχω. Λυσιστράτη μῶν ἐγκαλεῖς ὅτι οὐχὶ προὐθέμεσθά σε; ἀλλʼ ἐς τρίτην γοῦν ἡμέραν σοὶ πρῲ πάνυ ἥξει παρʼ ἡμῶν τὰ τρίτʼ ἐπεσκευασμένα. Χορὸς γερόντων οὐκέτʼ ἔργον ἐγκαθεύδειν ὅστις ἔστʼ ἐλεύθερος, ἀλλʼ ἐπαποδυώμεθʼ ἄνδρες τουτῳὶ τῷ πράγματι. ἤδη γὰρ ὄζειν ταδὶ πλειόνων καὶ μειζόνων Χορὸς γερόντων πραγμάτων μοι δοκεῖ, καὶ μάλιστʼ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος· καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲς δεῦρο συνεληλυθότες ἄνδρες ἐς Κλεισθένους τὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπαίρωσιν δόλῳ καταλαβεῖν τὰ χρήμαθʼ ἡμῶν τόν τε μισθόν, ἔνθεν ἔζων ἐγώ. Χορὸς γερόντων δεινὰ γάρ τοι τάσδε γʼ ἤδη τοὺς πολίτας νουθετεῖν, καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι, καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς, οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι. ἀλλὰ ταῦθʼ ὕφηναν ἡμῖν ἄνδρες ἐπὶ τυραννίδι. ἀλλʼ ἐμοῦ μὲν οὐ τυραννεύσουσʼ, ἐπεὶ φυλάξομαι καὶ φορήσω τὸ ξίφος τὸ λοιπὸν ἐν μύρτου κλαδί, ἀγοράσω τʼ ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι, ὧδέ θʼ ἑστήξω παρʼ αὐτόν· †αὐτὸσ† γάρ μοι γίγνεται τῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον. Χορὸς Γυναικῶν οὐκ ἄρʼ εἰσιόντα σʼ οἴκαδʼ ἡ τεκοῦσα γνώσεται. ἀλλὰ θώμεσθʼ ὦ φίλαι γρᾶες ταδί πρῶτον χαμαί. ἡμεῖς γὰρ ὦ πάντες ἀστοὶ λόγων κατάρχομεν