καταμιγνύντας τούς τε μετοίκους κεἴ τις ξένος ἢ φίλος ὑμῖν, κεἴ τις ὀφείλει τῷ δημοσίῳ, καὶ τούτους ἐγκαταμεῖξαι· καὶ νὴ Δία τάς γε πόλεις, ὁπόσαι τῆς γῆς τῆσδʼ εἰσὶν ἄποικοι, διαγιγνώσκειν ὅτι ταῦθʼ ἡμῖν ὥσπερ τὰ κατάγματα κεῖται χωρὶς ἕκαστον· κᾆτʼ ἀπὸ τούτων πάντων τὸ κάταγμα λαβόντας δεῦρο ξυνάγειν καὶ συναθροίξειν εἰς ἕν, κἄπειτα ποιῆσαι τολύπην μεγάλην κᾆτʼ ἐκ ταύτης τῷ δήμῳ χλαῖναν ὑφῆναι. Πρόβουλος οὔκουν δεινὸν ταυτὶ ταύτας ῥαβδίξειν καὶ τολυπεύειν, αἶς οὐδὲ μετῆν πάνυ τοῦ πολέμου; Λυσιστράτη καὶ μὴν ὦ παγκατάρατε πλεῖν ἤ γε διπλοῦν αὐτὸν φέρομεν, πρώτιστον μέν γε τεκοῦσαι κἀκπέμψασαι παῖδας ὁπλίτας. Πρόβουλος σίγα, μὴ μνησικακήσῃς. Λυσιστράτη εἶθʼ ἡνίκα χρῆν εὐφρανθῆναι καὶ τῆς ἥβης ἀπολαῦσαι, μονοκοιτοῦμεν διὰ τὰς στρατιάς. καὶ θἠμέτερον μὲν ἐᾶτε, περὶ τῶν δὲ κορῶν ἐν τοῖς θαλάμοις γηρασκουσῶν ἀνιῶμαι. Πρόβουλος οὔκουν χἄνδρες γηράσκουσιν; Λυσιστράτη μὰ Δίʼ ἀλλʼ οὐκ εἶπας ὅμοιον. ὁ μὲν ἥκων γάρ, κἂν ᾖ πολιός, ταχὺ παῖδα κόρην γεγάμηκεν· τῆς δὲ γυναικὸς σμικρὸς ὁ καιρός, κἂν τούτου μὴ ʼπιλάβηται, οὐδεὶς ἐθέλει γῆμαι ταύτην, ὀττευομένη δὲ κάθηται. Πρόβουλος ἀλλʼ ὅστις ἔτι στῦσαι δυνατὸς— Λυσιστράτη σὺ δὲ δὴ τί μαθὼν οὐκ ἀποθνῄσκεις; †χωρίον ἐστί·† σορὸν ὠνήσει· μελιτοῦτταν ἐγὼ καὶ δὴ μάξω. λαβὲ ταυτὶ καὶ στεφάνωσαι. Γυνὴ Ξ. καὶ ταυτασὶ δέξαι παρʼ ἐμοῦ. Γυνὴ Α. καὶ τουτονγὶ λαβὲ τὸν στέφανον. Λυσιστράτη τοῦ δεῖ; τί ποθεῖς; χώρει ʼς τὴν ναῦν· ὁ Χάρων σε καλεῖ,