κἀντισιωπᾶθʼ ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς. Πρόβουλος ὑμεῖς ἡμᾶς; δεινόν γε λέγεις κοὐ τλητὸν ἔμοιγε. Λυσιστράτη σιώπα. Πρόβουλος σοί γʼ ὦ κατάρατε σιωπῶ ʼγώ, καὶ ταῦτα κάλυμμα φορούσῃ περὶ τὴν κεφαλήν; μή νυν ζῴην. Λυσιστράτη ἀλλʼ εἰ τοῦτʼ ἐμπόδιόν σοι, παρʼ ἐμοῦ τουτὶ τὸ κάλυμμα λαβὼν ἔχε καὶ περίθου περὶ τὴν κεφαλήν, κᾆτα σιώπα Γυνὴ Γ. καὶ τοῦτον τὸν καλαθίσκον. Λυσιστράτη κᾆτα ξαίνειν ξυζωσάμενος κυάμους τρώγων· πόλεμος δὲ γυναιξὶ μελήσει. Χορὸς Γυναικῶν αἰρώμεθʼ ὦ γυναῖκες ἀπὸ τῶν καλπίδων, ὅπως ἂν ἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν. Χορὸς Γυναικῶν ἔγωγε γὰρ ἂν οὔποτε κάμοιμʼ ἂν ὀρχουμένη, †οὐδὲ τὰ γόνατα κόπος ἕλοι μου καματηρόσ†· ἐθέλω δʼ ἐπὶ πᾶν ἰέναι μετὰ τῶνδʼ ἀρετῆς ἕνεχʼ, αἷς ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος, ἔνι δὲ σοφόν, ἔνι δὲ φιλόπολις ἀρετὴ φρόνιμος. Χορὸς Γυναικῶν ἀλλʼ ὦ τηθῶν ἀνδρειοτάτων καὶ μητριδίων ἀκαληφῶν, χωρεῖτʼ ὀργῇ καὶ μὴ τέγγεσθʼ· ἔτι γὰρ νῦν οὔρια θεῖτε. Λυσιστράτη ἀλλʼ ἤνπερ ὅ τε γλυκύθυμος Ἔρως χἠ Κυπρογένειʼ Ἀφροδίτη ἵμερον ἡμῶν κατὰ τῶν κόλπων καὶ τῶν μηρῶν καταπνεύσῃ, κᾆτʼ ἐντήξῃ τέτανον τερπνὸν τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς, οἶμαί ποτε Λυσιμάχας ἡμᾶς ἐν τοῖς Ἕλλησι καλεῖσθαι. Πρόβουλος τί ποιησάσας; Λυσιστράτη ἢν παύσωμεν πρώτιστον μὲν ξὺν ὅπλοισιν