καὶ τὰς χεῖρας πειρῶ κατέχειν. Πρόβουλος ἀλλʼ οὐ δύναμαι· χαλεπὸν γὰρ ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν. Γυνὴ Α. κλαύσει τοίνυν πολὺ μᾶλλον. Πρόβουλος τοῦτο μὲν ὦ γραῦ σαυτῇ κρώξαις· σὺ δέ μοι λέγε. Λυσιστράτη ταῦτα ποιήσω. ἡμεῖς τὸν μὲν πρότερον πόλεμον † καὶ τὸν χρόνον ἠνεσχόμεθα † ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττʼ ἐποιεῖτε. οὐ γὰρ γρύζειν εἰᾶθʼ ἡμᾶς. καίτοὐκ ἠρέσκετέ γʼ ἡμᾶς. ἀλλʼ ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαι ἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους μέγα πρᾶγμα· εἶτʼ ἀλγοῦσαι τἄνδοθεν ὑμᾶς ἐπανηρόμεθʼ ἂν γελάσασαι, τί βεβούλευται περὶ τῶν σπονδῶν ἐν τῇ στήλῃ παραγράψαι ἐν τῷ δήμῳ τήμερονὑμῖν; τίδὲ σοὶ ταῦτʼ; ἦ δʼ ὃς ἂν ἁνήρ. οὐ σιγήσει; κἀγὼ ἐσίγων. Γυνὴ Β. ἀλλʼ οὐκ ἂν ἐγώ ποτʼ ἐσίγων. Πρόβουλος κἂν ᾤμωζές γʼ, εἰ μὴ ʼσίγας. Λυσιστράτη τοιγὰρ ἔγωγʼ ἔνδον ἐσίγων. ἔτερόν τι πονηρότερον βούλευμʼ ἐπεπύσμεθʼ ἂν ὑμῶν· εἶτʼ ἠρόμεθʼ ἄν· πῶς ταῦτʼ ὦνερ διαπράττεσθʼ ὧδʼ ἀνοήτως; ὁ δέ μʼ εὐθὺς ὑποβλέψας ἂν ἔφασκʼ, εἰ μὴ τὸν στήμονα νήσω, ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν· πόλεμος δʼ ἄνδρεσσι μελήσει. Πρόβουλος ὀρθῶς γε λέγων νὴ Δίʼ ἐκεῖνος. Λυσιστράτη πῶς ὀρθῶς ὦ κακόδαιμον, εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι; ὅτε δὴ δʼ ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη, οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ; μὰ Δίʼ οὐ δῆτʼ, εἶφʼ ἕτερός τις· μετὰ ταῦθʼ ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇ ταῖσι γυναιξὶν συλλεχθείσαις. ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι; ἢν οὖν ἡμῶν χρηστὰ λεγουσῶν ἐθελήσητʼ ἀντακροᾶσθαι