καὶ τἄλλα γε πάντʼ ἐκυκήθη. ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες, ἀεί τινα κορκορυγὴν ἐκύκων. οἱ δʼ οὖν τοῦδʼ οὕνεκα δρώντων ὅ τι βούλονται· τὸ γὰρ ἀργύριον τοῦτʼ οὐκέτι μὴ καθέλωσιν. Πρόβουλος ἀλλὰ τί δράσεις; Λυσιστράτη τοῦτό μʼ ἐρωτᾷς; ἡμεῖς ταμιεύσομεν αὐτό. Πρόβουλος ὑμεῖς ταμιεύσετε τἀργύριον; Λυσιστράτη τί δὲ δεινὸν τοῦτο νομίζεις; οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν; Πρόβουλος ἀλλʼ οὐ ταὐτόν. Λυσιστράτη πῶς οὐ ταὐτόν; Πρόβουλος πολεμητέον ἔστʼ ἀπὸ τούτου. Λυσιστράτη ἀλλʼ οὐδὲν δεῖ πρῶτον πολεμεῖν. Πρόβουλος πῶς γὰρ σωθησόμεθʼ ἄλλως; Λυσιστράτη ἡμεῖς ὑμᾶς σώσομεν. Πρόβουλος ὑμεῖς; Λυσιστράτη ἡμεῖς μέντοι. Πρόβουλος σχέτλιόν γε. Λυσιστράτη ὡς σωθήσει, κἂν μὴ βούλῃ. Πρόβουλος δεινόν γε λέγεις. Λυσιστράτη ἀγανακτεῖς. ἀλλὰ ποιητέα ταῦτʼ ἐστὶν ὅμως. Πρόβουλος νὴ τὴν Δήμητρʼ ἄδικόν γε. Λυσιστράτη σωστέον ὦ τᾶν. Πρόβουλος κεἰ μὴ δέομαι; Λυσιστράτη τοῦδʼ οὕνεκα καὶ πολὺ μᾶλλον. Πρόβουλος ὑμῖν δὲ πόθεν περὶ τοῦ πολέμου τῆς τʼ εἰρήνης ἐμέλησεν; Λυσιστράτη ἡμεῖς φράσομεν. Πρόβουλος λέγε δὴ ταχέως, ἵνα μὴ κλάῃς, Λυσιστράτη ἀκροῶ δή,