ἐξέρχομαι γὰρ αὐτομάτη. τί δεῖ μοχλῶν; οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν. Πρόβουλος ἄληθες ὦ μιαρὰ σύ; ποῦ ʼσθʼ ὁ τοξότης; ξυλλάμβανʼ αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ. Λυσιστράτη εἴ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι ἄκραν προσοίσει δημόσιος ὤν, κλαύσεται. Πρόβουλος ἔδεισας οὗτος; οὐ ξυναρπάσει μέσην καὶ σὺ μετὰ τούτου κἀνύσαντε δήσετον; Γυνὴ Α εἴ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον τὴν χεῖρʼ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος. Πρόβουλος ἰδού γʼἐπιχεσεῖ. ποῦ ʼστιν ἕτερος τοξότης; ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ. Γυνὴ Β εἴ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρʼ ἄκραν ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα. Πρόβουλος τουτὶ τί ἦν; ποῦ τοξότης; ταύτης ἔχου. παύσω τινʼ ὑμῶν τῆσδʼ ἐγὼ τῆς ἐξόδου. Γυνὴ Γ εἴ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει, ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας. Πρόβουλος οἴμοι κακοδαίμων· ἐπιλέλοιφʼ ὁ τοξότης. ἀτὰρ οὐ γυναικῶν οὐδέποτʼ ἔσθʼ ἡττητέα ἡμῖν· ὁμόσε χωρῶμεν αὐταῖς ὦ Σκύθαι ξυνταξάμενοι. Λυσιστράτη νὴ τὼ θεὼ γνώσεσθʼ ἄρα ὅτι καὶ παρʼ ἡμῖν εἰσι τέτταρες λόχοι μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων. Πρόβουλος ἀποστρέφετε τὰς χεῖρας αὐτῶν ὦ Σκύθαι. Λυσιστράτη ὦ ξύμμαχοι γυναῖκες ἐκθεῖτʼ ἔνδοθεν, ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες, ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες, οὐχ ἕλξετʼ, οὐ παιήσετʼ, οὐκ ἀράξετε;