καὶ νὴ Δία παχύ. Καλονίκη κᾆτα πῶς οὐχ ἥκομεν; Λυσιστράτη οὐχ οὗτος ὁ τρόπος· ταχὺ γὰρ ἂν ξυνήλθομεν. ἀλλʼ ἔστιν ὑπʼ ἐμοῦ πρᾶγμʼ ἀνεζητημένον πολλαῖσί τʼ ἀγρυπνίαισιν ἐρριπτασμένον. Καλονίκη ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον. Λυσιστράτη οὕτω γε λεπτὸν ὥσθʼ ὅλης τῆς Ἑλλάδος ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία. Καλονίκη ἐν ταῖς γυναιξίν; ἐπʼ ὀλίγου γʼ ὠχεῖτʼ ἄρα. Λυσιστράτη ὡς ἔστʼ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα, ἢ μηκέτʼ εἶναι μήτε Πελοποννησίους— Καλονίκη βέλτιστα τοίνυν μηκέτʼ εἶναι νὴ Δία. Λυσιστράτη Βοιωτίους τε πάντας ἐξολωλέναι. Καλονίκη μὴ δῆτα πάντας γʼ, ἀλλʼ ἄφελε τὰς ἐγχέλεις. Λυσιστράτη περὶ τῶν Ἀθηνῶν δʼ οὐκ ἐπιγλωττήσομαι τοιοῦτον οὐδέν· ἀλλʼ ὑπονόησον σύ μοι. ἢν δὲ ξυνέλθωσʼ αἱ γυναῖκες ἐνθάδε αἵ τʼ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα. Καλονίκη τί δʼ ἂν γυναῖκες φρόνιμον ἐργασαίατο ἢ λαμπρόν, αἳ καθήμεθʼ ἐξηνθισμέναι, κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι καὶ Κιμμερίκʼ ὀρθοστάδια καὶ περιβαρίδας; Λυσιστράτη ταῦτʼ αὐτὰ γάρ τοι κἄσθʼ ἃ σώσειν προσδοκῶ, τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια. Καλονίκη τίνα δὴ τρόπον ποθʼ; Λυσιστράτη ὥστε τῶν νῦν μηδένα ἀνδρῶν ἐπʼ ἀλλήλοισιν ἄρεσθαι δόρυ— Καλονίκη κροκωτὸν ἄρα νὴ τὼ θεὼ ʼγὼ βάψομαι.