οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος. Καλονίκη οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος. Λυσιστράτη ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί· Καλονίκη ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί· Λυσιστράτη εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ. Καλονίκη εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ. Λυσιστράτη συνεπόμνυθʼ ὑμεῖς ταῦτα πᾶσαι; Πᾶσαι νὴ Δία. Λυσιστράτη φέρʼ ἐγὼ καθαγίσω τήνδε. Καλονίκη τὸ μέρος γʼ ὦ φίλη, ὅπως ἂν ὦμεν εὐθὺς ἀλλήλων φίλαι. Λαμπιτώ τίς ὡλολυγά; Λυσιστράτη τοῦτʼ ἐκεῖνʼ οὑγὼ ʼλεγον· αἱ γὰρ γυναῖκες τὴν ἀκρόπολιν τῆς θεοῦ ἤδη κατειλήφασιν. ἀλλʼ ὦ Λαμπιτοῖ σὺ μὲν βάδιζε καὶ τὰ παρʼ ὑμῶν εὖ τίθει, τασδὶ δʼ ὁμήρους κατάλιφʼ ἡμῖν ἐνθάδε· ἡμεῖς δὲ ταῖς ἄλλαισι ταῖσιν ἐν πόλει ξυνεμβάλωμεν εἰσιοῦσαι τοὺς μοχλούς. Καλονίκη οὔκουν ἐφʼ ἡμᾶς ξυμβοηθήσειν οἴει τοὺς ἄνδρας εὐθύς; Λυσιστράτη ὀλίγον αὐτῶν μοι μέλει. οὐ γὰρ τοσαύτας οὔτʼ ἀπειλὰς οὔτε πῦρ ἥξουσʼ ἔχοντες ὥστʼ ἀνοῖξαι τὰς πύλας ταύτας, ἐὰν μὴ ʼφʼ οἷσιν ἡμεῖς εἴπομεν. Καλονίκη μὰ τὴν Ἀφροδίτην οὐδέποτέ γʼ· ἄλλως γὰρ ἂν ἄμαχοι γυναῖκες καὶ μιαραὶ κεκλῄμεθʼ ἄν. Χορὸς γερόντων χώρει Δράκης, ἡγοῦ βάδην, εἰ καὶ τὸν ὦμον ἀλγεῖς κορμοῦ τοσουτονὶ βάρος χλωρᾶς φέρων ἐλάας. Χορὸς γερόντων ἦ πόλλʼ ἄελπτʼ ἔνεστιν ἐν τῷ μακρῷ βίῳ φεῦ,