ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν, ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα, θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν. Λαμπιτώ παντᾷ κʼ ἔχοι, καὶ τᾷδε γὰρ λέγεις καλῶς. Λυσιστράτη τί δῆτα ταῦτʼ οὐχ ὡς τάχιστʼ ὦ Λαμπιτοῖ ξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ; Λαμπιτώ πάρφαινε μὰν τὸν ὅρκον, ὡς ὀμιόμεθα. Λυσιστράτη καλῶς λέγεις. ποῦ ʼσθʼ ἡ Σκύθαινα; ποῖ βλέπεις; θὲς ἐς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα, καί μοι δότω τὰ τόμιά τις. Καλονίκη Λυσιστράτη τίνʼ ὅρκον ὁρκώσεις ποθʼ ἡμᾶς; Λυσιστράτη ὅντινα; εἰς ἀσπίδʼ, ὥσπερ φάσʼ ἐν Αἰσχύλῳ ποτέ, μηλοσφαγούσας. Καλονίκη μὴ σύ γʼ ὦ Λυσιστράτη εἰς ἀσπίδʼ ὀμόσῃς μηδὲν εἰρήνης πέρι. Λυσιστράτη τίς ἂν οὖν γένοιτʼ ἂν ὅρκος; Καλονίκη εἰ λευκόν ποθεν ἵππον λαβοῦσαι τόμιον ἐντεμοίμεθα. Λυσιστράτη ποῖ λευκὸν ἵππον; Καλονίκη ἀλλὰ πῶς ὀμούμεθα ἡμεῖς; Λυσιστράτη ἐγώ σοι νὴ Δίʼ, ἢν βούλῃ, φράσω. θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν, μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον ὀμόσωμεν ἐς τὴν κύλικα μὴ ʼπιχεῖν ὕδωρ. Λαμπιτώ φεῦ δᾶ τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω. Λυσιστράτη φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον. Μυρρίνη ὦ φίλταται γυναῖκες, ὁ κεραμεὼν ὅσος.