εἰ γὰρ καθοίμεθʼ ἔνδον ἐντετριμμέναι, κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίνοις γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι, στύοιντο δʼ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν, ἡμεῖς δὲ μὴ προσίοιμεν ἀλλʼ ἀπεχοίμεθα, σπονδὰς ποιήσαιντʼ ἂν ταχέως, εὖ οἶδʼ ὅτι. Λαμπιτώ ὁ γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πᾳ γυμνᾶς παραϊδὼν ἐξέβαλʼ, οἰῶ, τὸ ξίφος. Καλονίκη τί δʼ ἢν ἀφιῶσʼ ἅνδρες ἡμᾶς ὦ μέλε; Λυσιστράτη τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην. Καλονίκη φλυαρία ταῦτʼ ἐστὶ τὰ μεμιμημένα. ἐὰν λαβόντες δʼ ἐς τὸ δωμάτιον βίᾳ ἕλκωσιν ἡμᾶς; Λυσιστράτη ἀντέχου σὺ τῶν θυρῶν. Καλονίκη ἐὰν δὲ τύπτωσιν; Λυσιστράτη παρέχειν χρὴ κακὰ κακῶς. οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν. κἄλλως ὀδυνᾶν χρή· κἀμέλει ταχέως πάνυ ἀπεροῦσιν. οὐ γὰρ οὐδέποτʼ εὐφρανθήσεται ἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ. Καλονίκη εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ. Λαμπιτώ καὶ τὼς μὲν ἁμῶν ἄνδρας ἁμὲς πείσομες παντᾷ δικαίως ἄδολον εἰράναν ἄγειν· τὸν τῶν Ἀσαναίων γα μὰν ῥυάχετον πᾷ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν; Λυσιστράτη ἡμεῖς ἀμέλει σοι τά γε παρʼ ἡμῖν πείσομεν. Λαμπιτώ οὐχ ἇς πόδας κʼ ἔχωντι ταὶ τριήρεες, καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ. Λυσιστράτη ἀλλʼ ἔστι καὶ τοῦτʼ εὖ παρεσκευασμένον· καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον.