ποιήσετʼ οὖν; Καλονίκη ποιήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ. Λυσιστράτη ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους. τί μοι μεταστρέφεσθε; ποῖ βαδίζετε; αὗται τί μοιμυᾶτε κἀνανεύετε; τί χρὼς τέτραπται; τί δάκρυον κατείβεται; ποιήσετʼ ἢ οὐ ποιήσετʼ; ἢ τί μέλλετε; Καλονίκη οὐκ ἂν ποιήσαιμʼ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω. Μυρρίνη μὰ Δίʼ οὐδʼ ἐγὼ γάρ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω. Λυσιστράτη ταυτὶ σὺ λέγεις ὦ ψῆττα; καὶ μὴν ἄρτι γε ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ. Καλονίκη ἄλλʼ ἄλλʼ ὅ τι βούλει· κἄν με χρῇ διὰ τοῦ πυρὸς ἐθέλω βαδίζειν· τοῦτο μᾶλλον τοῦ πέους. οὐδὲν γὰρ οἷον ὦ φίλη Λυσιστράτη. Λυσιστράτη τί δαὶ σύ; Ἄλλη κἀγὼ βούλομαι διὰ τοῦ πυρός. Λυσιστράτη ὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος, οὐκ ἐτὸς ἀφʼ ἡμῶν εἰσιν αἱ τραγῳδίαι. οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη. ἀλλʼ ὦ φίλη Λάκαινα, σὺ γὰρ ἐὰν γένῃ μόνη μετʼ ἐμοῦ, τὸ πρᾶγμʼ ἀνασωσαίμεσθʼ ἔτʼ ἄν , ξυμψήφισαί μοι. Λαμπιτώ χαλεπὰ μὲν ναὶ τὼ σιὼ γυναῖκάς ἐσθʼ ὑπνῶν ἄνευ ψωλᾶς μόνας. ὅμως γα μάν· δεῖ τᾶς γὰρ εἰράνας μάλʼ αὖ. Λυσιστράτη ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή. Καλονίκη εἰ δʼ ὡς μάλιστʼ ἀπεχοίμεθʼ οὗ σὺ δὴ λέγεις, ὃ μὴ γένοιτο, μᾶλλον ἂν διὰ τουτογὶ γένοιτʼ ἂν εἰρήνη; Λυσιστράτη πολύ γε νὴ τὼ θεώ.