πρὸς τῶν θεῶν σὺ δʼ εἶ τίς ἀνδρῶν; Μέτων ὅστις εἴμʼ ἐγώ; Μέτων, ὃν οἶδεν Ἑλλὰς χὠ Κολωνός. Πισθέταιρος εἰπέ μοι, ταυτὶ δέ σοι τί ἔστι; Μέτων κανόνες ἀέρος. αὐτίκα γὰρ ἀήρ ἐστι τὴν ἰδέαν ὅλος κατὰ πνιγέα μάλιστα. προσθεὶς οὖν ἐγὼ τὸν κανόνʼ, ἄνωθεν τουτονὶ τὸν καμπύλον ἐνθεὶς διαβήτην — μανθάνεις; Πισθέταιρος οὐ μανθάνω. Μέτων ὀρθῷ μετρήσω κανόνι προστιθείς, ἵνα ὁ κύκλος γένηται σοι τετράγωνος κἀν μέσῳ ἀγορά, φέρουσαι δʼ ὦσιν εἰς αὐτὴν ὁδοὶ ὀρθαὶ πρὸς αὐτὸ τὸ μέσον, ὥσπερ δʼ ἀστέρος αὐτοῦ κυκλοτεροῦς ὄντος ὀρθαὶ πανταχῇ ἀκτῖνες ἀπολάμπωσιν. Πισθέταιρος ἅνθρωπος Θαλῆς. Μέτων — Μέτων τί ἔστιν; Πισθέταιρος οἶσθʼ ὁτιὴ φιλῶ σʼ ἐγώ, κἀμοὶ πιθόμενος ὑπαποκίνει τῆς ὁδοῦ. Μέτων τί δʼ ἐστὶ δεινόν; Πισθέταιρος ὥσπερ ἐν Λακεδαίμονι ξενηλατοῦνται καὶ κεκίνηνταί τινες· πληγαὶ συχναὶ κατʼ ἄστυ. Μέτων μῶν στασιάζετε; Πισθέταιρος μὰ τὸν Δίʼ οὐ δῆτʼ. Μέτων ἀλλὰ πῶς;