ἔνεστι καὶ τὰ πέδιλα; Χρησμολόγος λαβὲ τὸ βιβλίον. καὶ φιάλην δοῦναι, καὶ σπλάγχνων χεῖρʼ ἐπιπλῆσαι. Πισθέταιρος καὶ σπλάγχνα διδόνʼ ἔνεστι; Χρησμολόγος λαβὲ τὸ βιβλίον. κἂν μὲν θέσπιε κοῦρε ποιῇς ταῦθʼ ὡς ἐπιτέλλω, αἰετὸς ἐν νεφέλῃσι γενήσεαι· αιʼ δέ κε μὴ δῷς, οὐκ ἔσει οὐ τρυγὼν οὐδʼ αἰετὸς οὐ δρυκολάπτης. Πισθέταιρος καὶ ταῦτʼ ἔνεστʼ ἐνταῦθα; Χρησμολόγος λαβὲ τὸ βιβλίον. Πισθέταιρος οὐδὲν ἄρʼ ὅμοιός ἐσθʼ ὁ χρησμὸς τουτῳί, ὃν ἐγὼ παρὰ τἀπόλλωνος ἐξεγραψάμην· αὐτὰρ ἐπὴν ἄκλητος ἰὼν ἄνθρωπος ἀλαζὼν λυπῇ θύοντας καὶ σπλαγχνεύειν ἐπιθυμῇ, δὴ τότε χρὴ τύπτειν αὐτὸν πλευρῶν τὸ μεταξὺ — Χρησμολόγος οὐδὲν λέγειν οἶμαί σε. Πισθέταιρος λαβὲ τὸ βιβλίον. καὶ φείδου μηδὲν μηδʼ αἰετοῦ ἐν νεφέλῃσιν, μήτʼ ἢν Λάμπων ᾖ μήτʼ ἢν ὁ μέγας Διοπείθης. Χρησμολόγος καὶ ταῦτʼ ἔνεστʼ ἐνταῦθα; Πισθέταιρος λαβὲ τὸ βιβλίον. οὐκ εἶ θύραζʼ; ἐς κόρακας. Χρησμολόγος οἴμοι δείλαιος. Πισθέταιρος οὔκουν ἑτέρωσε χρησμολογήσεις ἐκτρέχων; Μέτων ἥκω παρʼ ὑμᾶς — Πισθέταιρος ἕτερον αὖ τουτὶ κακόν. τί δʼ αὖ σὺ δράσων; τίς δʼ ἰδέα βουλεύματος; τίς ἡ ʼπίνοια, τίς ὁ κόθορνος τῆς ὁδοῦ; Μέτων γεωμετρῆσαι βούλομαι τὸν ἀέρα ὑμῖν διελεῖν τε κατὰ γύας.