ὁρῶντε τὴν πτέρωσιν; ἦν γὰρ ὦ ξένοι ἄνθρωπος. Ἐυελπίδης οὐ σοῦ καταγελῶμεν. Ἔποψ ἀλλὰ τοῦ; Ἐυελπίδης τὸ ῥάμφος ἡμῖν σου γέλοιον φαίνεται. Ἔποψ τοιαῦτα μέντοι Σοφοκλέης λυμαίνεται ἐν ταῖς τραγῳδίαισιν ἐμὲ τὸν Τηρέα. Ἐυελπίδης Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ἢ ταὧς; Ἔποψ ὄρνις ἔγωγε. Ἐυελπίδης κᾆτά σοι ποῦ τὰ πτερά; Ἔποψ ἐξερρύηκε. Ἐυελπίδης πότερον ὑπὸ νόσου τινός; Ἔποψ οὔκ, ἀλλὰ τὸν χειμῶνα πάντα τὤρνεα πτερορρυεῖ τε καὖθις ἕτερα φύομεν. ἀλλʼ εἴπατόν μοι σφὼ τίνʼ ἐστόν; Ἐυελπίδης νώ; βροτώ. Ἔποψ ποδαπὼ τὸ γένος; Ἐυελπίδης ὅθεν αἱ τριήρεις αἱ καλαί. Ἔποψ μῶν ἡλιαστά; Ἐυελπίδης μἀλλὰ θατέρου τρόπου, ἀπηλιαστά. Ἔποψ σπείρεται γὰρ τοῦτʼ ἐκεῖ τὸ σπέρμʼ; Ἐυελπίδης ὀλίγον ζητῶν ἂν ἐξ ἀγροῦ λάβοις. Ἔποψ πράγους δὲ δὴ τοῦ δεομένω δεῦρʼ ἤλθετον; Ἐυελπίδης σοὶ ξυγγενέσθαι βουλομένω. Ἔποψ τίνος πέρι; Ἐυελπίδης ὅτι πρῶτα μὲν ἦσθʼ ἄνθρωπος ὥσπερ νὼ ποτέ, κἀργύριον ὠφείλησας ὥσπερ νὼ ποτέ, κοὐκ ἀποδιδοὺς ἔχαιρες ὥσπερ νὼ ποτέ·