ἄπελθε τουτονὶ λαβών. Ποιητής ἀπέρχομαι, κἀς τὴν πόλιν γʼ ἐλθὼν ποιήσω τοιαδί· κλῇσον ὦ χρυσόθρονε τὰν τρομερὰν κρυεράν· νιφόβολα πεδία πολύπορά τʼ ἤλυθον ἀλαλάν. Πισθέταιρος νὴ τὸν Δίʼ ἀλλʼ ἤδη πέφευγας ταυταγὶ τὰ κρυερὰ τονδὶ τὸν χιτωνίσκον λαβών. τουτὶ μὰ Δίʼ ἐγὼ τὸ κακὸν οὐδέποτʼ ἤλπισα, οὕτω ταχέως τοῦτον πεπύσθαι τὴν πόλιν. αὖθις σὺ περιχώρει λαβὼν τὴν χέρνιβα. εὐφημία ʼστω. Χρησμολόγος μὴ κατάρξῃ τοῦ τράγου. Πισθέταιρος σὺ δʼ εἶ τίς; Χρησμολόγος ὅστις; χρησμολόγος. Πισθέταιρος οἴμωζέ νυν. Χρησμολόγος ὦ δαιμόνιε τὰ θεῖα μὴ φαύλως φέρε· ὡς ἔστι Βάκιδος χρησμὸς ἄντικρυς λέγων ἐς τὰς Νεφελοκοκκυγίας. Πισθέταιρος κὔπειτα πῶς ταῦτʼ οὐκ ἐχρησμολόγεις σὺ πρὶν ἐμὲ τὴν πόλιν τήνδʼ οἰκίσαι; Χρησμολόγος τὸ θεῖον ἐνεπόδιζέ με. Πισθέταιρος ἀλλʼ οὐδὲν οἷόν ἐστʼ ἀκοῦσαι τῶν ἐπῶν. Χρησμολόγος ἀλλʼ ὅταν οἰκήσωσι λύκοι πολιαί τε κορῶναι ἐν ταὐτῷ τὸ μεταξὺ Κορίνθου καὶ Σικυῶνος, — Πισθέταιρος τί οὖν προσήκει δῆτʼ ἐμοὶ Κορινθίων; Χρησμολόγος ᾐνίξαθʼ ὁ Βάκις τοῦτο πρὸς τὸν ἀέρα. πρῶτον Πανδώρᾳ θῦσαι λευκότριχα κριόν· ὃς δέ κʼ ἐμῶν ἐπέων ἔλθῃ πρώτιστα προφήτης, τῷ δόμεν ἱμάτιον καθαρὸν καὶ καινὰ πέδιλα —