τὰς ὑμετέρας κύκλιά τε πολλὰ καὶ καλὰ καὶ παρθένεια καὶ κατὰ τὰ Σιμωνίδου. Πισθέταιρος ταυτὶ σὺ πότʼ ἐποίησας; ἀπὸ ποίου χρόνου; Ποιητής πάλαι πάλαι δὴ τήνδʼ ἐγὼ κλῄζω πόλιν. Πισθέταιρος οὐκ ἄρτι θύω τὴν δεκάτην ταύτης ἐγώ, καὶ τοὔνομʼ ὥσπερ παιδίῳ νῦν δὴ ʼθέμην; Ποιητής ἀλλά τις ὠκεῖα Μουσάων φάτις οἷάπερ ἵππων ἀμαρυγά. σὺ δὲ πάτερ κτίστορ Αἴτνας, ζαθέων ἱερῶν ὁμώνυμε, δὸς ἐμὶν ὅ τι περ τεᾷ κεφαλᾷ θέλῃς πρόφρων δόμεν ἐμὶν τείν. Πισθέταιρος τουτὶ παρέξει τὸ κακὸν ἡμῖν πράγματα, εἰ μή τι τούτῳ δόντες ἀποφευξούμεθα. οὗτος, σὺ μέντοι σπολάδα καὶ χιτῶνʼ ἔχεις, ἀπόδυθι καὶ δὸς τῷ ποιητῇ τῷ σοφῷ. ἔχε τὴν σπολάδα· πάντως δέ μοι ῥιγῶν δοκεῖς. Ποιητής τόδε μὲν οὐκ ἀέκουσα φίλα Μοῦσα δῶρον δέχεται· τὺ δὲ τεᾷ φρενὶ μάθε Πινδάρειον ἔπος — Πισθέταιρος ἅνθρωπος ἡμῶν οὐκ ἀπαλλαχθήσεται. Ποιητής νομάδεσσι γὰρ ἐν Σκύθαις ἀλᾶται Στράτων, ὃς ὑφαντοδόνατον ἔσθος οὐ πέπαται· ἀκλεὴς δʼ ἔβα σπολὰς ἄνευ χιτῶνος. ξύνες ὅ τοι λέγω. Πισθέταιρος ξυνῆχʼ ὅτι βούλει τὸν χιτωνίσκον λαβεῖν. ἀπόδυθι· δεῖ γὰρ τὸν ποιητὴν ὠφελεῖν. ἄπελθε τουτονὶ λαβών.