καὶ ἥρωσιν ὄρνισι καὶ ἡρώων παισί, πορφυρίωνι καὶ πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ ταὧνι καὶ ἐλεᾷ καὶ βασκᾷ καὶ ἐλασᾷ καὶ ἐρωδιῷ καὶ καταρράκτῃ καὶ μελαγκορύφῳ καὶ αἰγιθάλλῳ — Πισθέταιρος παῦʼ ἐς κόρακας, παῦσαι καλῶν. ἰοὺ ἰού, ἐπὶ ποῖον ὦ κακόδαιμον ἱερεῖον καλεῖς ἁλιαιέτους καὶ γῦπας; οὐχ ὁρᾷς ὅτι ἰκτῖνος εἷς ἂν τοῦτό γʼ οἴχοιθʼ ἁρπάσας; ἄπελθʼ ἀφʼ ἡμῶν καὶ σὺ καὶ τὰ στέμματα· ἐγὼ γὰρ αὐτὸς τουτογὶ θύσω μόνος. Ἱερεύς εἶτʼ αὖθις αὖ τἄρα σοι δεῖ με δεύτερον μέλος χέρνιβι θεοσεβὲς ὅσιον ἐπιβοᾶν, καλεῖν δὲ μάκαρας, ἕνα τινὰ μόνον, εἴπερ ἱκανὸν ἕξετʼ ὄψον. τὰ γὰρ παρόντα θύματʼ οὐδὲν ἄλλο πλὴν γένειόν ἐστι καὶ κέρατα. Πισθέταιρος θύοντες εὐξώμεσθα τοῖς πτερίνοις θεοῖς. Ποιητής Νεφελοκοκκυγίαν τὰν εὐδαίμονα κλῇσον ὦ Μοῦσα τεαῖς ἐν ὓμνων ἀοιδαῖς. Πισθέταιρος τουτὶ τὸ πρᾶγμα ποδαπόν; εἰπέ μοι τίς εἶ; Ποιητής ἐγὼ μελιγλώσσων ἐπέων ἱεὶς ἀοιδὰν Μουσάων θεράπων ὀτρηρός, κατὰ τὸν Ὅμηρον. Πισθέταιρος ἔπειτα δῆτα δοῦλος ὢν κόμην ἔχεις; Ποιητής οὔκ, ἀλλὰ πάντες ἐσμὲν οἱ διδάσκαλοι Μουσάων θεράποντες ὀτρηροί, κατὰ τὸν Ὅμηρον. Πισθέταιρος οὐκ ἐτὸς ὀτρηρὸν καὶ τὸ ληδάριον ἔχεις. ἀτὰρ ὦ ποιητὰ κατὰ τί δεῦρʼ ἀνεφθάρης; Ποιητής μέλη πεποίηκʼ ἐς τὰς Νεφελοκοκκυγίας