κωδωνοφορῶν περίτρεχε καὶ κάθευδʼ ἐκεῖ· κήρυκα δὲ πέμψον τὸν μὲν ἐς θεοὺς ἄνω, ἕτερον δʼ ἄνωθεν ἆυ παρʼ ἀνθρώπους κάτω, κἀκεῖθεν αὖθις παρʼ ἐμέ. Ἐυελπίδης σὺ δέ γʼ αὐτοῦ μένων οἴμωζε παρʼ ἔμʼ. Πισθέταιρος ἴθʼ ὦγάθʼ οἷ πέμπω σʼ ἐγώ. οὐδὲν γὰρ ἄνευ σοῦ τῶνδʼ ἃ λέγω πεπράξεται. ἐγὼ δʼ ἵνα θύσω τοῖσι καινοῖσιν θεοῖς, τὸν ἱερέα πέμψοντα τὴν πομπὴν καλῶ. παῖ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα. Ἱερεύς ὁμορροθῶ, συνθέλω, συμπαραινέσας ἔχω προσόδια μεγάλα σεμνὰ προσιέναι θεοῖσιν, ἅμα δὲ προσέτι χάριτος ἕνεκα προβάτιόν τι θύειν. ἴτω ἴτω δὲ Πυθιὰς βοὰ θεῷ, συνᾳδέτω δὲ Χαῖρις ᾠδάν. Πισθέταιρος παῦσαι σὺ φυσῶν. Ἡράκλεις τουτὶ τί ἦν; τουτὶ μὰ Δίʼ ἐγὼ πολλὰ δὴ καὶ δείνʼ ἰδὼν οὔπω κόρακʼ εἶδον ἐμπεφορβειωμένον. ἱερεῦ σὸν ἔργον, θῦε τοῖς καινοῖς θεοῖς. Ἱερεύς δράσω τάδʼ. ἀλλὰ ποῦ ʼστιν ὁ τὸ κανοῦν ἔχων; εὔχεσθε τῇ Ἑστίᾳ τῇ ὀρνιθείῳ καὶ τῷ ἰκτίνῳ τῷ ἑστιούχῳ καὶ ὄρνισιν Ὀλυμπίοις καὶ Ὀλυμπίῃσι πᾶσι καὶ πάσῃσιν — Πισθέταιρος ὦ Σουνιέρακε χαῖρʼ ἄναξ Πελαργικέ. Ἱερεύς καὶ κύκνῳ Πυθίῳ καὶ Δηλίῳ καὶ Λητοῖ Ὀρτυγομήτρᾳ καὶ Ἀρτέμιδι Ἀκαλανθίδι — Πισθέταιρος οὐκέτι Κολαινὶς ἀλλʼ Ἀκαλανθὶς Ἄρτεμις. Ἱερεύς καὶ φρυγίλῳ Σαβαζίῳ καὶ στρούθῳ μεγάλῃ μητρὶ θεῶν καὶ ἀνθρώπων — Πισθέταιρος δέσποινα Κυβέλη, στροῦθε, μῆτερ Κλεοκρίτου. Ἱερεύς διδόναι Νεφελοκοκκυγιεῦσιν ὑγιείαν καὶ σωτηρίαν αὐτοῖσι καὶ Χίοισι — Πισθέταιρος Χίοισιν ἥσθην πανταχοῦ προσκειμένοις.