τί δῆτʼ ὄνομʼ αὐτῇ θησόμεσθʼ; Ἔποψ ἐντευθενὶ ἐκ τῶν νεφελῶν καὶ τῶν μετεώρων χωρίων χαῦνόν τι πάνυ. Πισθέταιρος βούλει Νεφελοκοκκυγίαν; Ἔποψ ἰοὺ ἰού· καλόν γʼ ἀτεχνῶς σὺ καὶ μέγʼ ηὗρες τοὔνομα. Ἐυελπίδης ἆρʼ ἐστὶν αὑτηγὶ Νεφελοκοκκυγία, ἵνα καὶ τὰ Θεογένους τὰ πολλὰ χρήματα τά τʼ Αἰσχίνου γʼ ἅπαντα; Πισθέταιρος καὶ λῷστον μὲν οὖν τὸ Φλέγρας πεδίον, ἵνʼ οἱ θεοὶ τοὺς γηγενεῖς ἀλαζονευόμενοι καθυπερηκόντισαν. Ἔποψ λιπαρὸν τὸ χρῆμα τῆς πόλεως. τίς δαὶ θεὸς πολιοῦχος ἔσται; τῷ ξανοῦμεν τὸν πέπλον; Ἐυελπίδης τί δʼ οὐκ Ἀθηναίαν ἐῶμεν Πολιάδα; Πισθέταιρος καὶ πῶς ἂν ἔτι γένοιτʼ ἂν εὔτακτος πόλις, ὅπου θεὸς γυνὴ γεγονυῖα πανοπλίαν ἕστηκʼ ἔχουσα, Κλεισθένης δὲ κερκίδα; Ἐυελπίδης τίς δαὶ καθέξει τῆς πόλεως τὸ Πελαργικόν; Ἔποψ ὄρνις ἀφʼ ἡμῶν τοῦ γένους τοῦ Περσικοῦ, ὅσπερ λέγεται δεινότατος εἶναι πανταχοῦ Ἄρεως νεοττός. Ἐυελπίδης ὦ νεοττὲ δέσποτα· ὡς δʼ ὁ θεὸς ἐπιτήδειος οἰκεῖν ἐπὶ πετρῶν. Πισθέταιρος ἄγε νυν σὺ μὲν βάδιζε πρὸς τὸν ἀέρα καὶ τοῖσι τειχίζουσι παραδιακόνει, χάλικας παραφόρει, πηλὸν ἀποδὺς ὄργασον, λεκάνην ἀνένεγκε, κατάπεσʼ ἀπὸ τῆς κλίμακος, φύλακας κατάστησαι, τὸ πῦρ ἔγκρυπτʼ ἀεί,