οὐδʼ ἂν χαμεύνῃ πάνυ γε κειρίαν γʼ ἔχων. Ἐυελπίδης τί δῆτʼ ὄνομʼ αὐτῇ θησόμεσθʼ; Ἔποψ ἐντευθενὶ ἐκ τῶν νεφελῶν καὶ τῶν μετεώρων χωρίων χαῦνόν τι πάνυ. Πισθέταιρος βούλει Νεφελοκοκκυγίαν; Ἔποψ ἰοὺ ἰού· καλόν γʼ ἀτεχνῶς σὺ καὶ μέγʼ ηὗρες τοὔνομα. Ἐυελπίδης ἆρʼ ἐστὶν αὑτηγὶ Νεφελοκοκκυγία, ἵνα καὶ τὰ Θεογένους τὰ πολλὰ χρήματα τά τʼ Αἰσχίνου γʼ ἅπαντα; Πισθέταιρος καὶ λῷστον μὲν οὖν τὸ Φλέγρας πεδίον, ἵνʼ οἱ θεοὶ τοὺς γηγενεῖς ἀλαζονευόμενοι καθυπερηκόντισαν. Ἔποψ λιπαρὸν τὸ χρῆμα τῆς πόλεως. τίς δαὶ θεὸς πολιοῦχος ἔσται; τῷ ξανοῦμεν τὸν πέπλον; Ἐυελπίδης τί δʼ οὐκ Ἀθηναίαν ἐῶμεν Πολιάδα; Πισθέταιρος καὶ πῶς ἂν ἔτι γένοιτʼ ἂν εὔτακτος πόλις, ὅπου θεὸς γυνὴ γεγονυῖα πανοπλίαν ἕστηκʼ ἔχουσα, Κλεισθένης δὲ κερκίδα; Ἐυελπίδης τίς δαὶ καθέξει τῆς πόλεως τὸ Πελαργικόν; Ἔποψ ὄρνις ἀφʼ ἡμῶν τοῦ γένους τοῦ Περσικοῦ, ὅσπερ λέγεται δεινότατος εἶναι πανταχοῦ Ἄρεως νεοττός. Ἐυελπίδης ὦ νεοττὲ δέσποτα· ὡς δʼ ὁ θεὸς ἐπιτήδειος οἰκεῖν ἐπὶ πετρῶν. Πισθέταιρος ἄγε νυν σὺ μὲν βάδιζε πρὸς τὸν ἀέρα καὶ τοῖσι τειχίζουσι παραδιακόνει, χάλικας παραφόρει, πηλὸν ἀποδὺς ὄργασον, λεκάνην ἀνένεγκε, κατάπεσʼ ἀπὸ τῆς κλίμακος,