εἴ τε Πατροκλείδης τις ὑμῶν τυγχάνει χεζητιῶν, οὐκ ἂν ἐξίδισεν ἐς θοἰμάτιον, ἀλλʼ ἀνέπτετο, κἀποπαρδὼν κἀναπνεύσας αὖθις αὖ κατέπτετο· εἴ τε μοιχεύων τις ὑμῶν ἐστιν ὅστις τυγχάνει, κᾆθʼ ὁρᾷ τὸν ἄνδρα τῆς γυναικὸς ἐν βουλευτικῷ, οὗτος ἂν πάλιν παρʼ ὑμῶν πτερυγίσας ἀνέπτετο, εἶτα βινήσας ἐκεῖθεν αὖθις αὖ κατέπτετο. ἆρʼ ὑπόπτερον γενέσθαι παντός ἐστιν ἄξιον; ὡς Διειτρέφης γε πυτιναῖα μόνον ἔχων πτερὰ ᾑρέθη φύλαρχος, εἶθʼ ἵππαρχος, εἶτʼ ἐξ οὐδενὸς μεγάλα πράττει κἀστὶ νυνὶ ξουθὸς ἱππαλεκτρυών. Πισθέταιρος ταυτὶ τοιαυτί· μὰ Δίʼ ἐγὼ μὲν πρᾶγμά πω γελοιότερον οὐκ εἶδον οὐδεπώποτε. Ἐυελπίδης ἐπὶ τῷ γελᾷς; Πισθέταιρος ἐπὶ τοῖσι σοῖς ὠκυπτέροις. οἶσθʼ ᾧ μάλιστʼ ἔοικας ἐπτερωμένος; εἰς εὐτέλειαν χηνὶ συγγεγραμμένῳ. Ἐυελπίδης σὺ δὲ κοψίχῳ γε σκάφιον ἀποτετιλμένῳ. Πισθέταιρος ταυτὶ μὲν ᾐκάσμεσθα κατὰ τὸν Αἰσχύλον· τάδʼ οὐχ ὑπʼ ἄλλων ἀλλὰ τοῖς αὑτῶν πτεροῖς. Ἔποψ ἄγε δὴ τί χρὴ δρᾶν; Πισθέταιρος πρῶτον ὄνομα τῇ πόλει θέσθαι τι μέγα καὶ κλεινόν, εἶτα τοῖς θεοῖς θῦσαι μετὰ τοῦτο. Ἐυελπίδης ταῦτα κἀμοὶ συνδοκεῖ. Ἔποψ φέρʼ ἴδω, τί δʼ ἡμῖν τοὔνομʼ ἔσται τῇ πόλει; Ἐυελπίδης βούλεσθε τὸ μέγα τοῦτο τοὐκ Λακεδαίμονος Σπάρτην ὄνομα καλῶμεν αὐτήν; Πισθέταιρος Ἡράκλεις· Σπάρτην γὰρ ἂν θείμην ἐγὼ τἠμῇ πόλει;