τοτὲ μὲν ἐρᾷ φαγεῖν ἀφύας Φαληρικάς· τρέχω ʼπʼ ἀφύας λαβὼν ἐγὼ τὸ τρύβλιον. ἔτνους δʼ ἐπιθυμεῖ, δεῖ τορύνης καὶ χύτρας· τρέχω ʼπὶ τορύνην. Ἐυελπίδης τροχίλος ὄρνις οὑτοσί. οἶσθʼ οὖν ὃ δρᾶσον ὦ τροχίλε; τὸν δεσπότην ἡμῖν κάλεσον. Θεράπων Ἔποπος ἀλλʼ ἀρτίως νὴ τὸν Δία εὕδει καταφαγὼν μύρτα καὶ σέρφους τινάς. Ἐυελπίδης ὅμως ἐπέγειρον αὐτόν. Θεράπων Ἔποπος οἶδα μὲν σαφῶς ὅτι ἀχθέσεται, σφῷν δʼ αὐτὸν οὕνεκʼ ἐπεγερῶ. Πισθέταιρος κακῶς σύ γʼ ἀπόλοιʼ, ὥς μʼ ἀπέκτεινας δέει. Ἐυελπίδης οἴμοι κακοδαίμων χὠ κολοιός μοἴχεται ὑπὸ τοῦ δέους. Πισθέταιρος ὦ δειλότατον σὺ θηρίον, δείσας ἀφῆκας τὸν κολοιόν; Ἐυελπίδης εἰπέ μοι, σὺ δὲ τὴν κορώνην οὐκ ἀφῆκας καταπεσών; Πισθέταιρος μὰ Δίʼ οὐκ ἔγωγε. Ἐυελπίδης ποῦ γάρ ἐστʼ; Πισθέταιρος ἀπέπτετο. Ἐυελπίδης οὐκ ἆρʼ ἀφῆκας; ὦγάθʼ ὡς ἀνδρεῖος εἶ. Ἔποψ ἄνοιγε τὴν ὕλην, ἵνʼ ἐξέλθω ποτέ. Ἐυελπίδης ὦ Ἡράκλεις τουτὶ τί ποτʼ ἐστὶ τὸ θηρίον; τίς ἡ πτέρωσις; τίς ὁ τρόπος τῆς τριλοφίας; Ἔποψ τίνες εἰσί μʼ οἱ ζητοῦντες; Ἐυελπίδης οἱ δώδεκα θεοὶ εἴξασιν ἐπιτρῖψαί σε. Ἔποψ μῶν με σκώπτετον