προσδραμὼν εἴπῃ πατάξας, αἶρε πλῆκτρον, εἰ μαχεῖ. εἰ δὲ τυγχάνει τις ὑμῶν δραπέτης ἐστιγμένος, ἀτταγᾶς οὗτος παρʼ ἡμῖν ποικίλος κεκλήσεται. εἰ δὲ τυγχάνει τις ὢν Φρὺξ μηδὲν ἦττον Σπινθάρου, φρυγίλος ὄρνις ἐνθάδʼ ἔσται, τοῦ Φιλήμονος γένους. εἰ δὲ δοῦλός ἐστι καὶ Κὰρ ὥσπερ Ἐξηκεστίδης, φυσάτω πάππους παρʼ ἡμῖν, καὶ φανοῦνται φράτερες. εἰ δʼ ὁ Πεισίου προδοῦναι τοῖς ἀτίμοις τὰς πύλας βούλεται, πέρδιξ γενέσθω, τοῦ πατρὸς νεοττίον· ὡς παρʼ ἡμῖν οὐδὲν αἰσχρόν ἐστιν ἐκπερδικίσαι. Χορός τοιάδε κύκνοι, τιὸ τιὸ τιὰ τιὸ τιὸ τιοτίγξ, συμμιγῆ βοὴν ὁμοῦ πτεροῖς κρέκοντες ἴακχον Ἀπόλλω, τιὸ τιὸ τιὸ τιοτίγξ, ὄχθῳ ἐφεζόμενοι παρʼ Ἕβρον ποταμόν, τιὸ τιὸ τιὸ τιοτίγξ, διὰ δʼ αἰθέριον νέφος ἦλθε βοά· πτῆξε δὲ φῦλά τε ποικίλα θηρῶν, κύματά τʼ ἔσβεσε νήνεμος αἴθρη, τοτοτοτοτοτοτοτοτοτίγξ· πᾶς δʼ ἐπεκτύπησʼ Ὄλυμπος· εἷλε δὲ θάμβος ἄνακτας· Ὀλυμπιάδες δὲ μέλος Χάριτες Μοῦσαί τʼ ἐπωλόλυξαν. τιὸ τιὸ τιὸ τιοτίγξ. Χορός οὐδέν ἐστʼ ἄμεινον οὐδʼ ἥδιον ἢ φῦσαι πτερά. αὐτίχʼ ὑμῶν τῶν θεατῶν εἴ τις ἧν ὑπόπτερος, εἶτα πεινῶν τοῖς χοροῖσι τῶν τραγῳδῶν ἤχθετο, ἐκπτόμενος ἂν οὗτος ἠρίστησεν ἐλθὼν οἴκαδε, κᾆτʼ ἂν ἐμπλησθεὶς ἐφʼ ἡμᾶς αὖθις αὖ κατέπτετο.