ἐγὼ διαμηρίζοιμʼ ἂν αὐτὴν ἡδέως; Πισθέταιρος ὅσον δʼ ἔχει τὸν χρυσόν, ὥσπερ παρθένος. Ἐυελπίδης ἐγὼ μὲν αὐτὴν κἂν φιλῆσαί μοι δοκῶ. Πισθέταιρος ἀλλʼ ὦ κακόδαιμον ῥύγχος ὀβελίσκοιν ἔχει. Ἐυελπίδης ἀλλʼ ὥσπερ ᾠὸν νὴ Δίʼ ἀπολέψαντα χρὴ ἀπὸ τῆς κεφαλῆς τὸ λέμμα κᾆθʼ οὕτω φιλεῖν. Ἔποψ ἴωμεν. Πισθέταιρος ἡγοῦ δὴ σὺ νῷν τύχἀγαθῇ. Χορός ὦ φίλη, ὦ ξουθή, ὦ φίλτατον ὀρνέων πάντων, ξύννομε τῶν ἐμῶν ὕμνων, ξύντροφʼ ἀηδοῖ, ἦλθες ἦλθες ὤφθης, ἡδὺν φθόγγον ἐμοὶ φέρουσʼ. ἀλλʼ ὦ καλλιβόαν κρέκουσʼ αὐλὸν φθέγμασιν ἠρινοῖς, ἄρχου τῶν ἀναπαίστων. Χορός ἄγε δὴ φύσιν ἄνδρες ἀμαυρόβιοι, φύλλων γενεᾷ προσόμοιοι, ὀλιγοδρανέες, πλάσματα πηλοῦ, σκιοειδέα φῦλʼ ἀμενηνά, ἀπτῆνες ἐφημέριοι ταλαοὶ βροτοὶ ἀνέρες εἰκελόνειροι, προσέχετε τὸν νοῦν τοῖς ἀθανάτοις ἡμῖν τοῖς αἰὲν ἐοῦσιν, τοῖς αἰθερίοις τοῖσιν ἀγήρῳς τοῖς ἄφθιτα μηδομένοισιν, ἵνʼ ἀκούσαντες πάντα παρʼ ἡμῶν ὀρθῶς περὶ τῶν μετεώρων. φύσιν οἰωνῶν γένεσίν τε θεῶν ποταμῶν τʼ Ἐρέβους τε Χάους τε εἰδότες ὀρθῶς, Προδίκῳ παρʼ ἐμοῦ κλάειν εἴπητε τὸ λοιπόν. Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς, γῆ δʼ οὐδʼ ἀὴρ οὐδʼ οὐρανὸς ἦν· Ἐρέβους δʼ ἐν ἀπείροσι κόλποις τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ᾠόν, ἐξ οὖ περιτελλομέναις ὥραις ἔβλαστεν Ἔρως ὁ ποθεινός, στίλβων νῶτον πτερύγοιν χρυσαῖν, εἰκὼς ἀνεμώκεσι δίναις.