οὐδʼ εἰς Ἄμμωνʼ ἐλθόντες ἐκεῖ θύσομεν, ἀλλʼ ἐν ταῖσιν κομάροις καὶ τοῖς κοτίνοις στάντες ἔχοντες κριθὰς πυροὺς εὐξόμεθʼ αὐτοῖς ἀνατείνοντες τὼ χεῖρʼ ἀγαθῶν διδόναι τι μέρος· καὶ ταῦθʼ ἡμῖν παραχρῆμʼ ἔσται πυροὺς ὀλίγους προβαλοῦσιν. Χορός ὦ φίλτατʼ ἐμοὶ πολὺ πρεσβυτῶν ἐξ ἐχθίστου μεταπίπτων, οὐκ ἔστιν ὅπως ἂν ἐγώ ποθʼ ἑκὼν τῆς σῆς γνώμης ἔτʼ ἀφείμην. Χορός ἐπαυχήσας δὲ τοῖσι σοῖς λόγοις ἐπηπείλησα καὶ κατώμοσα, ἢν σὺ παρʼ ἐμὲ θέμενος ὁμόφρονας λόγους δικαίους ἀδόλους ὁσίους ἐπὶ θεοὺς ἴῃς, ἐμοὶ Χορός φρονῶν ξυνῳδά, μὴ πολὺν χρόνον θεοὺς ἔτι σκῆπτρα τἀμὰ τρίψειν. Χορός ἀλλʼ ὅσα μὲν δεῖ ῥώμῃ πράττειν, ἐπὶ ταῦτα τεταξόμεθʼ ἡμεῖς· ὅσα δὲ γνώμῃ δεῖ βουλεύειν, ἐπὶ σοὶ τάδε πάντʼ ἀνάκειται. Ἔποψ καὶ μὴν μὰ τὸν Δίʼ οὐχὶ νυστάζειν ἔτι ὥρα ʼστὶν ἡμῖν οὐδὲ μελλονικιᾶν, ἀλλʼ ὡς τάχιστα δεῖ τι δρᾶν· πρῶτον δέ γε εἰσέλθετʼ ἐς νεοττιάν γε τὴν ἐμὴν καὶ τἀμὰ κάρφη καὶ τὰ παρόντα φρύγανα, καὶ τοὔνομʼ ἡμῖν φράσατον. Πισθέταιρος ἀλλὰ ῥᾴδιον. ἐμοὶ μὲν ὄνομα Πισθέταιρος, τῳδεδὶ Εὐελπίδης Κριῶθεν. Ἔποψ ἀλλὰ χαίρετον