τὰ μέταλλʼ αὐτοῖς μαντευομένοις οὗτοι δώσουσι τὰ χρηστά, τάς τʼ ἐμπορίας τὰς κερδαλέας πρὸς τὸν μάντιν κατεροῦσιν, ὥστʼ ἀπολεῖται τῶν ναυκλήρων οὐδείς. Ἔποψ πῶς οὐκ ἀπολεῖται; Πισθέταιρος προερεῖ τις ἀεὶ τῶν ὀρνίθων μαντευομένῳ περὶ τοῦ πλοῦ· νυνὶ μὴ πλεῖ, χειμὼν ἔσται· νυνὶ πλεῖ, κέρδος ἐπέσται. Ἐυελπίδης γαῦλον κτῶμαι καὶ ναυκληρῶ, κοὐκ ἂν μείναιμι παρʼ ὑμῖν. Πισθέταιρος τοὺς θησαυρούς τʼ αὐτοῖς δείξουσʼ οὓς οἱ πρότεροι κατέθεντο τῶν ἀργυρίων· οὗτοι γὰρ ἴσασι· λέγουσι δέ τοι τάδε πάντες, οὐδεὶς οἶδεν τὸν θησαυρὸν τὸν ἐμὸν πλὴν εἴ τις ἄρʼ ὄρνις. Ἐυελπίδης πωλῶ γαῦλον, κτῶμαι σμινύην, καὶ τὰς ὑδρίας ἀνορύττω. Ἔποψ πῶς δʼ ὑγιείαν δώσουσʼ αὐτοῖς, οὖσαν παρὰ τοῖσι θεοῖσιν; Πισθέταιρος ἢν εὖ πράττωσʼ, οὐχ ὑγιεία μεγάλη τοῦτʼ ἐστί; σάφʼ ἴσθι, ὡς ἄνθρωπός γε κακῶς πράττων ἀτεχνῶς οὐδεὶς ὑγιαίνει. Ἔποψ πῶς δʼ ἐς γῆράς ποτʼ ἀφίξονται; καὶ γὰρ τοῦτʼ ἔστʼ ἐν Ὀλύμπῳ· ἢ παιδάριʼ ὄντʼ ἀποθνῄσκειν δεῖ; Πισθέταιρος μὰ Δίʼ ἀλλὰ τριακόσιʼ αὐτοῖς ἔτι προσθήσουσʼ ὄρνιθες ἔτη. Ἔποψ παρὰ τοῦ; Πισθέταιρος παρʼ ὅτου; παρʼ ἑαυτῶν. οὐκ οἶσθʼ ὅτι πέντʼ ἀνδρῶν γενεὰς ζώει λακέρυζα κορώνη; Ἐυελπίδης αἰβοῖ πολλῷ κρείττους οὗτοι τοῦ Διὸς ἡμῖν βασιλεύειν. Πισθέταιρος οὐ γὰρ πολλῷ; πρῶτον μέν γʼ οὐχὶ νεὼς ἡμᾶς οἰκοδομεῖν δεῖ λιθίνους αὐτοῖς, οὐδὲ θυρῶσαι χρυσαῖσι θύραις, ἀλλʼ ὑπὸ θάμνοις καὶ πρινιδίοις οἰκήσουσιν. τοῖς δʼ αὖ σεμνοῖς τῶν ὀρνίθων δένδρον ἐλάας ὁ νεὼς ἔσται· κοὐκ ἐς Δελφοὺς