ἀλλʼ οἶσθʼ ὃ δρᾶσον; τῷ σκέλει θένε τὴν πέτραν. Ἐυελπίδης σὺ δὲ τῇ κεφαλῇ γʼ, ἵνʼ ᾖ διπλάσιος ὁ ψόφος. Πισθέταιρος σὺ δʼ οὖν λίθῳ κόψον λαβών. Ἐυελπίδης πάνυ γʼ, εἰ δοκεῖ. παῖ παῖ. Πισθέταιρος τί λέγεις οὗτος; τὸν ἔποπα παῖ καλεῖς; οὐκ ἀντὶ τοῦ παιδός σʼ ἐχρῆν ἐποποῖ καλεῖν; Ἐυελπίδης ἐποποῖ. ποιήσεις ἔτι με κόπτειν αὖθις αὖ. ἐποποῖ. Θεράπων Ἔποπος τίνες οὗτοι; τίς ὁ βοῶν τὸν δεσπότην; Ἐυελπίδης Ἄπολλον ἀποτρόπαιε τοῦ χασμήματος. Θεράπων Ἔποπος οἴμοι τάλας ὀρνιθοθήρα τουτωί. Ἐυελπίδης οὕτως τι δεινὸν οὐδὲ κάλλιον λέγειν. Θεράπων Ἔποπος ἀπολεῖσθον. Ἐυελπίδης ἀλλʼ οὐκ ἐσμὲν ἀνθρώπω. Θεράπων Ἔποπος τί δαί; Ἐυελπίδης Ὑποδεδιὼς ἔγωγε Διβυκὸν ὄρνεον. Θεράπων Ἔποπος οὐδὲν λέγεις. Ἐυελπίδης καὶ μὴν ἐροῦ τὰ πρὸς ποδῶν. Θεράπων Ἔποπος ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; οὐκ ἐρεῖς; Πισθέταιρος Ἐπικεχοδὼς ἔγωγε Φασιανικός. Ἐυελπίδης ἀτὰρ σὺ τί θηρίον ποτʼ εἶ πρὸς τῶν θεῶν; Θεράπων Ἔποπος ὄρνις ἔγωγε δοῦλος. Ἐυελπίδης ἡττήθης τινὸς ἀλεκτρυόνος; Θεράπων Ἔποπος οὐκ ἀλλʼ ὅτε περ ὁ δεσπότης ἔποψ ἐγένετο, τότε γενέσθαι μʼ ηὔξατο ὄρνιν, ἵνʼ ἀκόλουθον διάκονόν τʼ ἔχῃ. Ἐυελπίδης δεῖται γὰρ ὄρνις καὶ διακόνου τινός; Θεράπων Ἔποπος οὗτός γʼ, ἅτʼ οἶμαι πρότερον ἄνθρωπός ποτʼ ὤν,