χὠπόθʼ ὁ κόκκυξ εἴποι κόκκυ, τότʼ ἂν οἱ Φοίνικες ἅπαντες τοὺς πυροὺς ἂν καὶ τὰς κριθὰς ἐν τοῖς πεδίοις ἐθέριζον. Ἐυελπίδης τοῦτʼ ἄρʼ ἐκεῖνʼ ἦν τοὔπος ἀληθῶς· κόκκυψωλοὶ πεδίονδε. Πισθέταιρος ἦρχον δʼ οὕτω σφόδρα τὴν ἀρχήν, ὥστʼ εἴ τις καὶ βασιλεύοι ἐν ταῖς πόλεσιν τῶν Ἑλλήνων Ἀγαμέμνων ἢ Μενέλαος, ἐπὶ τῶν σκήπτρων ἐκάθητʼ ὄρνις μετέχων ὅ τι δωροδοκοίη. Ἐυελπίδης τουτὶ τοίνυν οὐκ ᾔδη ʼγώ· καὶ δῆτά μʼ ἐλάμβανε θαῦμα, ὁπότʼ ἐξέλθοι Πρίαμός τις ἔχων ὄρνιν ἐν τοῖσι τραγῳδοῖς, ὁ δʼ ἄρʼ εἱστήκει τὸν Λυσικράτη τηρῶν ὅ τι δωροδοκοίη. Πισθέταιρος ὃ δὲ δεινότατόν γʼ ἐστὶν ἁπάντων, ὁ Ζεὺς γὰρ ὁ νῦν βασιλεύων αἰετὸν ὄρνιν ἕστηκεν ἔχων ἐπὶ τῆς κεφαλῆς βασιλεὺς ὤν, ἡ δʼ αὖ θυγάτηρ γλαῦχʼ, ὁ δʼ Ἀπόλλων ὥσπερ θεράπων ἱέρακα. Ἐυελπίδης νὴ τὴν Δήμητρʼ εὖ ταῦτα λέγεις. τίνος οὕνεκα ταῦτʼ ἄρʼ ἔχουσιν; Πισθέταιρος ἵνʼ ὅταν θύων τις ἔπειτʼ αὐτοῖς ἐς τὴν χεῖρʼ, ὡς νόμος ἐστίν, τὰ σπλάγχνα διδῷ, τοῦ Διὸς αὐτοὶ πρότεροι τὰ σπλάγχνα λάβωσιν. ὤμνυ τʼ οὐδεὶς τότʼ ἂν ἀνθρώπων θεόν, ἀλλʼ ὄρνιθας ἅπαντες· Λάμπων δʼ ὄμνυσʼ ἔτι καὶ νυνὶ τὸν χῆνʼ, ὅταν ἐξαπατᾷ τι. οὕτως ὑμᾶς πάντες πρότερον μεγάλους ἁγίους τʼ ἐνόμιζον, Πισθέταιρος νῦν δʼ ἀνδράποδʼ ἠλιθίους Μανᾶς· ὥσπερ δʼ ἤδη τοὺς μαινομένους βάλλουσʼ ὑμᾶς, κἀν τοῖς ἱεροῖς πᾶς τις ἐφʼ ὑμῖν ὀρνιθευτὴς ἵστησι βρόχους παγίδας ῥάβδους ἕρκη νεφέλας δίκτυα πηκτάς· εἶτα λαβόντες πωλοῦσʼ ἁθρόους· οἱ δʼ ὠνοῦνται βλιμάζοντες· κοὐδʼ οὖν, εἴπερ ταῦτα δοκεῖ δρᾶν, ὀπτησάμενοι παρέθενθʼ ὑμᾶς, ἀλλʼ ἐπικνῶσιν τυρὸν ἔλαιον σίλφιον ὄξος καὶ τρίψαντες