ὡς πρεσβυτάτων αὐτῶν ὄντῶν ὀρθῶς ἐσθʼ ἡ βασιλεία; Ἐυελπίδης νὴ τὸν Ἀπόλλω· πάνυ τοίνυν χρὴ ῥύγχος βόσκειν σε τὸ λοιπόν· οὐκ ἀποδώσει ταχέως ὁ Ζεὺς τὸ σκῆπτρον τῷ δρυκολάπτῃ. Πισθέταιρος ὡς δʼ οὐχὶ θεοὶ τοίνυν ἦρχον τῶν ἀνθρώπων τὸ παλαιόν, ἀλλʼ ὄρνιθες, κἀβασίλευον, πόλλʼ ἐστὶ τεκμήρια τούτων. αὐτίκα δʼ ὑμῖν πρῶτʼ ἐπιδείξω τὸν ἀλεκτρυόνʼ, ὡς ἐτυράννει ἦρχέ τε Περσῶν πρῶτον πάντων Δαρείου καὶ Μεγαβάζου, ὥστε καλεῖται Περσικὸς ὄρνις ἀπὸ τῆς ἀρχῆς ἔτʼ ἐκείνης. Ἐυελπίδης διὰ ταῦτʼ ἄρʼ ἔχων καὶ νῦν ὥσπερ βασιλεὺς ὁ μέγας διαβάσκει ἐπὶ τῆς κεφαλῆς τὴν κυρβασίαν τῶν ὀρνίθων μόνος ὀρθήν. Πισθέταιρος οὕτω δʼ ἴσχυσέ τε καὶ μέγας ἦν τότε καὶ πολύς, ὥστʼ ἔτι καὶ νῦν ὑπὸ τῆς ῥώμης τῆς τότʼ ἐκείνης, ὁπόταν μόνον ὄρθριον ᾄσῃ, ἀναπηδῶσιν πάντες ἐπʼ ἔργον χαλκῆς κεραμῆς σκυλοδέψαι σκυτῆς βαλανῆς ἀλφιταμοιβοὶ τορνευτολυρασπιδοπηγοί· οἱ δὲ βαδίζουσʼ ὑποδησάμενοι νύκτωρ. Ἐυελπίδης ἐμὲ τοῦτό γʼ ἐρώτα. χλαῖναν γὰρ ἀπώλεσʼ ὁ μοχθηρὸς Φρυγίων ἐρίων διὰ τοῦτον. ἐς δεκάτην γάρ ποτε παιδαρίου κληθεὶς ὑπέπινον ἐν ἄστει, κἄρτι καθηῦδον, καὶ πρὶν δειπνεῖν τοὺς ἄλλους οὗτος ἄρʼ ᾖσεν· κἀγὼ νομίσας ὄρθρον ἐχώρουν Ἀλιμουντάδε, κἄρτι προκύπτω ἔξω τείχους καὶ λωποδύτης παίει ῥοπάλῳ με τὸ νῶτον· κἀγὼ πίπτω μέλλω τε βοᾶν, ὁ δʼ ἀπέβλισε θοἰμάτιόν μου. Πισθέταιρος ἰκτῖνος δʼ οὖν τῶν Ἑλλήνων ἦρχεν τότε κἀβασίλευεν. Χορός τῶν Ἑλλήνων; Πισθέταιρος καὶ κατέδειξέν γʼ οὗτος πρῶτος βασιλεύων προκυλινδεῖσθαι τοῖς ἰκτίνοις. Ἐυελπίδης νὴ τὸν Διόνυσον, ἐγὼ γοῦν ἐκυλινδούμην ἰκτῖνον ἰδών· κᾆθʼ ὕπτιος ὢν ἀναχάσκων ὀβολὸν κατεβρόχθισα· κᾆτα κενὸν τὸν θύλακον οἴκαδʼ ἀφεῖλκον. Πισθέταιρος Αἰγύπτου δʼ αὖ καὶ Φοινίκης πάσης κόκκυξ βασιλεὺς ἦν·