χρηστὸν ἐξειπὼν ὅ τι μοι παρορᾷς, ἢ δύναμίν τινα μείζω παραλειπομένην ὑπʼ ἐμῆς φρενὸς ἀξυνέτου· σὺ δὲ τοῦθʼ οὑρᾷς λέγʼ ἐς κοινόν. ὃ γὰρ ἂν σὺ τύχῃς μοι ἀγαθὸν πορίσας, τοῦτο κοινὸν ἔσται. Χορός ἀλλʼ ἐφʼ ὅτῳπερ πράγματι τὴν σὴν ἥκεις γνώμην ἀναπείσας, λέγε θαρρήσας· ὡς τὰς σπονδὰς οὐ μὴ πρότεροι παραβῶμεν. Πισθέταιρος καὶ μὴν ὀργῶ νὴ τὸν Δία καὶ προπεφύραται λόγος εἷς μοι, ὃν διαμάττειν οὐ κωλύει· φέρε παῖ στέφανον· καταχεῖσθαι κατὰ χειρὸς ὕδωρ φερέτω ταχύ τις. Ἐυελπίδης δειπνήσειν μέλλομεν; ἢ τί; Πισθέταιρος μὰ Δίʼ ἀλλὰ λέγειν ζητῶ τι πάλαι μέγα καὶ λαρινὸν ἔπος τι, ὅ το τὴν τούτων θραύσει ψυχήν· οὕτως ὑμῶν ὑπεραλγῶ, οἵτινες ὄντες πρότερον βασιλῆς — Χορός ἡμεῖς βασιλῆς; τίνος; Πισθέταιρος ὑμεῖς πάντων ὁπόσʼ ἔστιν, ἐμοῦ πρῶτον, τουδί, καὶ τοῦ Διὸς αὐτοῦ, ἀρχαιότεροι πρότεροί τε Κρόνου καὶ Τιτάνων ἐγένεσθε, καὶ γῆς. Χορός καὶ γῆς; Πισθέταιρος νὴ τὸν Ἀπόλλω. Χορός τουτὶ μὰ Δίʼ οὐκ ἐπεπύσμην. Πισθέταιρος ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδʼ Αἴσωπον πεπάτηκας, ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι, προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρʼ αὐτῆς ἀποθνῄσκειν· γῆν δʼ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον· τὴν δʼ ἀποροῦσαν ὑπʼ ἀμηχανίας τὸν πατέρʼ αὑτῆς ἐν τῇ κεφαλῇ κατορύξαι. Ἐυελπίδης ὁ πατὴρ ἄρα τῆς κορυδοῦ νυνὶ κεῖται τεθνεὼς Κεφαλῆσιν. Πισθέταιρος οὔκουν δῆτʼ εἰ πρότεροι μὲν γῆς πρότεροι δὲ θεῶν ἐγένοντο,